[ ] Italia (Roma et vicinia) — Prov. unkn. [Roma, Villa Albani] — 2nd c. AD (Sadurska) — cf. p. 698, Add. et Corr. — cf. IGUR IV 1612-1633 (1630)
See also:
1 nomina figuris ascripta in superiore parte tabulae:}²
1 [— —]#⁷[— —]
2.1 Εὐρώπη
3.1 Ἰταλός
4.1  Ἡρακ<λ>ῆς
ἀναπαόμε-
      νος
5.1 ΒΑ#⁷[— — —]
 ΤΟΠ․[— —]
A.col. I.1          Ἡρακλέους.
Ἡρακλέους πράξεις.
Ἡρακλῆς ἐν νέᾳ γενόμενος
[Μινυᾶν] Ὀρχομενὸν εἷλε τὰν
5 πόλιν Ἐργῖνον φονεύσας τὸν
βασιλέα καὶ τὰν [λίμ]ναν ἐπὶ
τοῦ πεδίου [— — —] αὐτοῖς ἀπο-
φράξας [πο]ταμόν. καὶ εἰς Λυ-
δίαν ἐστρατεύσατο ποτ’ Ὀμ-
10 φάλαν τὰν Ἰαρδάνου καὶ Μαί-
ονας α[ὐτᾷ] ὑπακ[ό]ους ἐποίη-
σε καὶ [— — — —] πόλιν Πολυ-
φάμου [— — — — — ἐ]πιστάσα-
ς. Λαομέδοντι [δὲ] ἐβοάθ-
15 ησε Τ[ρῳάδος β]ασι[λ]εῖ πολι-
ορκο[υ]μέν[ῳ ὑπὸ κ]ήτε[ο]ς καὶ
ἀτε[ιμασθεὶς] Ἡρακλῆς ὑπὸ Λα-
ομέδοντος εἰς Ἄργος ἀπελύθ-
[η. ἱδρυ]σάμενος δὲ ἐν Τίρυνθι τέ-
20 μενος Ἐνυαλίου μετὰ
Τελαμῶνός τε καὶ Πη-
λέως [καὶ] Οἰκλέος ἐπὶ
Τροίαν στρατευσάμε-
νος [εἷλε]ν τὰν πόλιν,
25 Λαομέδοντα καὶ τοὺς υἱ-
οὺς [ἀποκτείνας] πλὰν
Πριάμου, [Τελαμ]ών τε
Ἡσιόναν [ἔγημ]εν? τὰν
Πριάμου ἀδελφάν, ἐ[ξ]
30 ἇς Τ[εῦκρον υἱὸν ἔ]θετο.
ἐπ[— — — — — — — ὅ]πλΟ
[— — — — — — — —] ἔλαβε
[Κῶ τὰν Μερο]πίδα φο-
νεύσας [Εὐρύπυλον], καὶ
35 [(Chalciopae nomen) ἐξ] αὐτᾶς
[filium progenuit] Θεσσαλόν.
[cum vero pervenisset]φιτος
[equos quaerens εἰς] Τίρυνθα
[— — — — — — —]ΟΥΣΟΛΕ
40 [— — — — — — — —]ΟΣ[—]ΟΡ
[— — — — — — — — — — —]
[— — — — — — —] μετὰ δὲ
τὰν [— —] Ἡρακλῆς [— —]
[— — μετοχετ]εύσας ὕδωρ
45 [— —] Αἰτωλίαν ἐλθὼν
[— —]εσεν τοὺ[ς] παῖδ[ας]
[— — — ὑπὸ τῶν Ἠλ]<ε>ίων μά<χ>ᾳ
[devictus — — — — — — — —]
[— — — — — — — — —]ΟΙΣΟΙΝΕ
50 [— — — — — — —]ΤΟ κατὰ κρά-
τ[ος δ’ Ἦλιν ἑλὼν Αὐγεί]αν ἀ[πέ]κτ[ει]-
[νε καὶ τοὺς] υἱοὺς πλὰμ Φυλέ-
[ως· ἑλὼν δὲ] καὶ Πύλον Ἡρακ-
[λῆς κατὰ κράτος?] καὶ Μεσσάναν
55 [Νηλέα καὶ] τοὺς υἱοὺς ἀπέσ-
φαξε πλὰν Νέστορος· Σπάρ-
ταν τε λαβὼν δορυάλ[ω]τ-
ον Ἱπποκόωντα καὶ τοὺς
παῖδας φονεύσας [Τ]υν[δάρεων σ]ὺν
60 Κάστορι καὶ Πολυδεύκᾳ
φεύγοντ[α] κατάγαγε καὶ
ἔδωκε Λακεδαίμονα.
τουτῶ δὲ πάλιν εἰς Πί-
σαν ἐλθὼν Διὸς Ὀλυμ-
65 πίου ἀγωνίσσατο κα[τ’]
ἀγῶνα τὰ Ὀλύμπια
πρῶτος ἀγωνιστάς.
Δρύοπάς τε ἀποσ-
τάντας ἔλαβε καὶ
70 Φύλαντα τὸν
βασιλέα ἀπ-
οσφάξας ἐκ
τᾶς θυγατέρ[ο]ς
αὐτοῦ
col. II.75 Μήδας υἱὸν ἔθετο Κτήσιπ-
πον. Ἡρακλῆς μὲν οὖν Τραχ-
εῖνα ᾠκοδόμησε πόλιν καὶ Τι-
ρυνθίους ἐν αὐτᾶι κατῴκισε. το-
υτῶ {ι} δ’ ἐπὶ Θρᾴκαν στρατευσάμ-
80 ενος Διομήδη ἐφόνευσε καὶ
Θρᾴκας ἐκυρίευσε, Αἶνόν τε λα-
βὼν Σαρπηδόνα τὸν ἄρχοντα ἀ-
πέσφαξε καὶ Θάσον ἑλὼν <Σθε>ν̣<έ>λ-
ῳ καὶ Ἀλκαίῳ παρέδωκε· Τορών-
85 αν τε εἷλε, Πολύγονον καὶ Τηλέ-
γονον ἀπέκτεινε, πόλιν τε
Ἄβδηρα ἐπὶ Θρᾴκας Ἡρακλῆς ᾤ-
κισε τοῦ Θρονικοῦ υἱοῦ ἐπώνυ-
μον Ἀβδήρου. καὶ Ζάταν καὶ
90 Κάλαιν <υ>ἱ<ὼ> Βορέα τοῦ Θραικὸς
{δι} καὶ Ὠρειθυίας ἐπιβουλεύσαντας
αὐτῷ [ἐ]π[αγαγ]ὼν ἐ[ς {²⁷ἐ[πὶ]}²⁷ κ]ά[τ]αντες
αὐτοὺς εἰς θάλασσαν ἔρρειψεν. του-
τῶ δὲ ἐπὶ Σκυθίαν διαβὰς Ἀ[ρ][ξ]η[ν]
95 μάχαι ἐνίκασε· τᾶι δὲ θυγατρὶ αὐτοῦ
συνγενόμενος Ἐχίδναι υἱοὺς Ἀ-
γάθυρσον ἔθετο καὶ Σκύθαν. του-
τῶ δ’ ἐπ’ Ἀμαζόνας ἦλθε καὶ ἐ-
πὶ τὸν Θερμώδοντα ποταμὸν
100 [καὶ] ἐνίκασε μάχαι φονεύσας {αμα}-
{χαιφονευσασα} Ἱππολύταν· [Σιν]-
ώπαν τε πόλιν Ἡρακλῆς ἑλὼν Ἀμ-
αζόνας ἐξέβαλε καὶ Ἕλλανας
ἐν αὐτᾶι κατῴκισε {τουτῶ δ’ ἐπὶ}
105 {Θράικαν στρατευσάμενος Δι}-
{ομήδη ἐφόνευσε}. Κάστωρ δὲ
καὶ Πολυδεύκας Ἡρακλε[— —]
[— — — —] Ἄμυκον ἐνίκασα-
ν μάχᾳ τὸν Βεβρύκων βασιλέα.
110 Ἡρακλῆς δ’ ἐπὶ τὸν Ἰνδὸν ἦλθε
ποταμὸν καὶ πόλιν Ἡρ[άκλειαν]
τὰν ἐν Σίβαις οἰκίζει. Ἀμαζό-
νες δ’ ἐς τὰν Ἀττικὰν εἰ[σέβα]-
λον· Θησεὺς δὲ καὶ Πιρ[ίθο]-
115 ος αὐτὰς ἐνίκασαν μ[άχᾳ],
καὶ ἔλαβον Θησεὺς αἰ[χμάλω]-
τον Ἱππολύταν, ἐξ ἇ[ς υἱὸν]
Ἱππόλυτον ποιεῖται· Ἡρα-
κλῆς δὲ ἐπὶ τὸ Κάλ[πεον]
120 ὄρος ἦλθε καὶ {ἐπὶ τὸ Κάλπ}-
{εον ὄρος ἦλθε καὶ} [— — ἐπε]-
νόει? πολέμου [— — — — —]
[— — — — — — — — — — —]
[— — — — —] ἐπισκο[— —]
125 τουτῶ δὲ εἰς Αἰθιο[πίαν]
ἦλθε καὶ Ἠμαθίων[α ἐφό]-
νευσε τὸν Λαομέ[δον]-
τος υἱὸν Τιθωνοῦ?, [καὶ]
Ἠμαθίωνος ἀπέ[δωκε]
130 τὰν βασιλήαν [Μέμν]-
ονι τ[ῶ]ι Τιθ[ωνοῦ — — —].
εἰς δὲ Αἴγ[υπτον profectus]
ἀπέκτε[ινε Busirin κτλ.]
B.1 Ἀμφιτρύων ὑπὲρ
Ἀλκαίου τρίπο-
δ’ Ἀπόλλωνι.
[τοῦ]το[ν] ὑπὲρ Ἡρακλέους
5 φασὶν δαφνοφορή-
σαντος [ἀν]ατεθῆναι·
τὸ γὰρ ἐξ ἀρχῆς οὐχ Ἡ-
ρακλῆ {ι} ἀλλ’ Ἀλκαῖον
αὐτὸν καλεῖσθαι.
C.col. I.1 οὕς ποτ’ ὑπ’ Εὐρυσθεῖος ἀναγκασθεὶς [τέλ]εσ’ [ἄθλους]·
πρῶτα μὲν ἐν Νεμέᾳ βριερὸν κατέπεφνε λέοντα,
δεύτερον ὕδραν Λερναίαν ἔκτεινε, τρίτον δὲ
κάπρον ἐν Ἀρκαδίᾳ, στικτὴν ἔλαφον δὲ τέταρτον,
5 πέμπτον δὲ στρουθοὺς Στυμφαλίδος ἤλασε λίμνης,
ἕκτον δ’ Αὐγείαο ἐφόρει κόπρον, ἕβδομον ἐλθὼν
ἐκ Κρήτης ταῦρον μέγαν ἤγαγεν, ὄγδοον ἵππους
Θρῄκης ἐξέλασεν Διομήδεος, Ἱππολύτης τε
[ζω]στῆρα ἐξεκόμισ<σ>εν Ἀμαζονίδος, δέκατον δὲ
10 [Γηρυό]νην ἔκτεινε [καὶ ἤ]γαγε βοῦς ἀγελαίας,
col. II.11 ἑνδέκατον δ’ ἐξ Ἅιδου ἀνήγαγε [Κέρβερον — —],
Ἑσπερίδων δ’ ἤνεγκε μολὼν [ἐπὶ τέρματα γαίης]
χρύσεα μῆλα, δράκοντα λαθ[ὼν — — — — — — –]
δώδεκα μὲν τούσδ’ ἐξε[τέλεσσε τότ’· – ⏑ ⏑ – ⏑ ⏑]
15 Βούσειριν μὲν ἐν {εν} Αἰγύπτ[ῳ κτάνεν, ἐν Λιβύῃ δὲ]
Ἀνταῖον, Φολόην Κεντ[αύρων ἐξεκάθηρεν].
Κύκνον ἰδ’ ἀετόν, ὃς τὸ [Προμηθέος ἤσθιεν ἧπαρ],
ἐν Λυδοῖς πύματον [— — — — — — — — — — — —]
D.1 Ἥρας Ἀργείας ἱέρεια
Ἀδμάτα Εὐρυσθέως
καὶ Ἀδμάτας τᾶς Ἀμφι-
δάμαντος ἔτη νη.
Search Help
Contact Us