[ ] Italia (Roma et vicinia)? — Prov. unkn. [Paris, Bibl. Nat.] — undated — cf. IGUR IV 1612-1633 (1619)
1 [— — — — — — — —]․․․․ οὖν
αὐτῆς ὑπὸ Ζηνοδότου. ἐστὶν
ἐν τῇ πρώτῃ ἡμέρᾳ Χρύσ-
εω πρὸς Ἀχαιοὺς ἄφιξις
5 καὶ ἀπαίτησις Χρυσηίδος·
τοῦ δὲ Ἀγαμέμνονος ἀπει-
θοῦντος καὶ μὴ βουλομέν-
ου ἀποδιδόναι Χρύσης ἐπὶ
τοῖς εἰρημένοις δυσφορ-
10 ῶν ἀξιοῖ τὸν Ἀπόλλω τῆς ἀ-
δικίας τῆς ἐπ’ αὐτὸν γεν-
ομένης ἀνταμείψασθαι
τοὺς Ἀχαιούς· τοῦ δὲ Ἀπόλ-
λωνος μηνίσαντος τοῖς
15 Ἀχαιοῖς καὶ λοιμὸν ἐμβα-
λόντος εἰς τὸ στρατόπεδ-
ον αὐτῶν ἐπ’ ἐννέα ἡμέρα[ς],
καθάπερ εἴρηκεν, "ἐννῆμα-
ρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλ-
20 α θεοῖο", καὶ ἐπιβάλλει, "τῇ δεκά-
τῃ δ’ ἀγορήν<δ>ε καλέσσατο λα-
ὸν Ἀχιλλεύς"· ἐν ταύτῃ πάλι<ν>
μῆνι[ς] καὶ Χρυσηίδος ἀποστο-
λὴ καὶ ἀπαίτησις Βρισηίδος
25 καὶ Ἀχιλλέ<ω>ς καὶ Θέτιδος σύλ-
λογος ὑπὲρ τῶν Ἀχαιῶν. καὶ [κε]-
λεύοντος τὴν μητέρ’ ἀξι<ῶ>σ-
αι τὸν Δία ὅπ<ω>ς τιμήσ<ω>σιν αὐ-
τὸν οἱ Ἀχαιοί, ἐπιβάλλει ἡ Θέ-
30 τις, "εἶμ’ αὐτὴ πρὸς Ὄλυμπον ἀγ-
άννιφον, αἴ κε πίθη<τ>αι· ἀλλὰ σὺ
μὲν νῦν ν<η>υσὶ παρήμενος <ὠ>-
κυπόροισιν μήνι’ Ἀχαιοῖσιν, πο-
λέμου δ’ ἀποπαύεο πάμπαν·
35 Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀ-
μύμονας <Αἰθιοπῆας> χθιζὸς ἔβη μετὰ
δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕ-
ποντο· δ<ω>δεκάτῃ δέ τοι αὖτις
ἐλεύσεται Οὐλ<υ>μπόνδε."
40 ὥστε πορεύ<ε>σθαι αὐτὸν τῇ ἐνά-
τῃ· διελθουσ<ῶ>ν οὖν τ<ῶ>ν ἀνὰ
μέσον ἡμερῶν ἔρχεται ὁ Ζ-
εὺς τῇ προειρημένῃ δωδε-
κάτῃ, καὶ ἡ Θέτις κατὰ τὸ πρό-
45 σταγμα τοῦ υἱοῦ ἀναβαίνει
πρὸς τὸν Δία, κἀκείνου ὑποσχ̣-
ομένου ποήσειν καθάπερ ἠ-
ξίου, ἀπαλλάσσεται ἡ Θέτις
τὰ εἰρημένα τῷ υἱῷ ἀπαγγελ-
50 οῦσα. ταύτης διελθούσης τῆ-
ς ἡμέρας καὶ τ<ῶ>ν ἡμερῶν ἀριθ[μ]-
ὸν ἐχουσ<ῶ>ν εἴκοσι ἐπιβάλλει
μία καὶ ἰκοστή, ἐν ᾗ ἐστιν Ἀχ-
αιῶν ἀγορά, νεῶν κατάλογ-
55 ος, συναγωγὴ τῶν Ἀχαιῶ[ν]
καὶ ὅρ̣κια καὶ Μενε<λ>[άου καὶ]
Ἀλεξάνδρου μονο[μαχία καὶ]
θεῶν ἀγορὰ καὶ ὁρ̣[κίων σύγ]-
χυσις καὶ ἐπιπ<ώ>[λησις, πε]-
60 διὰς μάχη, Δι[ομήδους ἀριστεί]-
α καὶ Αἰνήου [καὶ Ἀφροδίτης]
τρ<ῶ>σις, πε[ριαίρεσις τοῦ Αἰ]-
νήου ΑΙ[— — — — — — — — —]
ΜΑΣ[— — — — — — — — — —]
Search Help
Contact Us