[ ]
Italia (Roma et vicinia)? — Prov. unkn. [Paris, Bibl. Nat.] — undated — cf. IGUR IV 1612-1633 (1619)
1 | [— — — — — — — —]․․․․ οὖν |
αὐτῆς ὑπὸ Ζηνοδότου. ἐστὶν | |
ἐν τῇ πρώτῃ ἡμέρᾳ Χρύσ- | |
εω πρὸς Ἀχαιοὺς ἄφιξις | |
5 | καὶ ἀπαίτησις Χρυσηίδος· |
τοῦ δὲ Ἀγαμέμνονος ἀπει- | |
θοῦντος καὶ μὴ βουλομέν- | |
ου ἀποδιδόναι Χρύσης ἐπὶ | |
τοῖς εἰρημένοις δυσφορ- | |
10 | ῶν ἀξιοῖ τὸν Ἀπόλλω τῆς ἀ- |
δικίας τῆς ἐπ’ αὐτὸν γεν- | |
ομένης ἀνταμείψασθαι | |
τοὺς Ἀχαιούς· τοῦ δὲ Ἀπόλ- | |
λωνος μηνίσαντος τοῖς | |
15 | Ἀχαιοῖς καὶ λοιμὸν ἐμβα- |
λόντος εἰς τὸ στρατόπεδ- | |
ον αὐτῶν ἐπ’ ἐννέα ἡμέρα[ς], | |
καθάπερ εἴρηκεν, "ἐννῆμα- | |
ρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλ- | |
20 | α θεοῖο", καὶ ἐπιβάλλει, "τῇ δεκά- |
τῃ δ’ ἀγορήν<δ>ε καλέσσατο λα- | |
ὸν Ἀχιλλεύς"· ἐν ταύτῃ πάλι<ν> | |
μῆνι[ς] καὶ Χρυσηίδος ἀποστο- | |
λὴ καὶ ἀπαίτησις Βρισηίδος | |
25 | καὶ Ἀχιλλέ<ω>ς καὶ Θέτιδος σύλ- |
λογος ὑπὲρ τῶν Ἀχαιῶν. καὶ [κε]- | |
λεύοντος τὴν μητέρ’ ἀξι<ῶ>σ- | |
αι τὸν Δία ὅπ<ω>ς τιμήσ<ω>σιν αὐ- | |
τὸν οἱ Ἀχαιοί, ἐπιβάλλει ἡ Θέ- | |
30 | τις, "εἶμ’ αὐτὴ πρὸς Ὄλυμπον ἀγ- |
άννιφον, αἴ κε πίθη<τ>αι· ἀλλὰ σὺ | |
μὲν νῦν ν<η>υσὶ παρήμενος <ὠ>- | |
κυπόροισιν μήνι’ Ἀχαιοῖσιν, πο- | |
λέμου δ’ ἀποπαύεο πάμπαν· | |
35 | Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀ- |
μύμονας <Αἰθιοπῆας> χθιζὸς ἔβη μετὰ | |
δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕ- | |
ποντο· δ<ω>δεκάτῃ δέ τοι αὖτις | |
ἐλεύσεται Οὐλ<υ>μπόνδε." | |
40 | ὥστε πορεύ<ε>σθαι αὐτὸν τῇ ἐνά- |
τῃ· διελθουσ<ῶ>ν οὖν τ<ῶ>ν ἀνὰ | |
μέσον ἡμερῶν ἔρχεται ὁ Ζ- | |
εὺς τῇ προειρημένῃ δωδε- | |
κάτῃ, καὶ ἡ Θέτις κατὰ τὸ πρό- | |
45 | σταγμα τοῦ υἱοῦ ἀναβαίνει |
πρὸς τὸν Δία, κἀκείνου ὑποσχ̣- | |
ομένου ποήσειν καθάπερ ἠ- | |
ξίου, ἀπαλλάσσεται ἡ Θέτις | |
τὰ εἰρημένα τῷ υἱῷ ἀπαγγελ- | |
50 | οῦσα. ταύτης διελθούσης τῆ- |
ς ἡμέρας καὶ τ<ῶ>ν ἡμερῶν ἀριθ[μ]- | |
ὸν ἐχουσ<ῶ>ν εἴκοσι ἐπιβάλλει | |
μία καὶ ἰκοστή, ἐν ᾗ ἐστιν Ἀχ- | |
αιῶν ἀγορά, νεῶν κατάλογ- | |
55 | ος, συναγωγὴ τῶν Ἀχαιῶ[ν] |
καὶ ὅρ̣κια καὶ Μενε<λ>[άου καὶ] | |
Ἀλεξάνδρου μονο[μαχία καὶ] | |
θεῶν ἀγορὰ καὶ ὁρ̣[κίων σύγ]- | |
χυσις καὶ ἐπιπ<ώ>[λησις, πε]- | |
60 | διὰς μάχη, Δι[ομήδους ἀριστεί]- |
α καὶ Αἰνήου [καὶ Ἀφροδίτης] | |
τρ<ῶ>σις, πε[ριαίρεσις τοῦ Αἰ]- | |
νήου ΑΙ[— — — — — — — — —] | |
ΜΑΣ[— — — — — — — — — —] |