[ ] Italia (Roma et vicinia) — Frascati — undated
1 ὦ Διὸς Ἀλκμήνης τε μεγασθενὲς
      ὄβριμον αἷμα, |
ἵστορ ἀταρβήτων, Ἡράκλεες,
      καμάτων, |
5 ἠνίδε τοι τόδ’ ἄγαλμα φέρων
      κρητῆρος ἀγητὸν |
θῆκα τεῶν ἀέθλων πλεῖον [εὐ]-
      γλυφέων, |
οὕς ποτ’, ἄναξ, ἐτέλεσσας ὑπε[ρ]-
10       φιάλους ἀδίκους τε |
ἄνδρας ἰδ’ ὠμηστὰς θῆρας
      ἐναιρόμενος· |
τῷ σε καὶ υἷα Δίκηι Κρονίδης
      θετὸν ἐγγυάλιξε, |
15 εὖτέ μιν ὑβρισταὶ φῶτες ἄτ[ι]-
      μον ἄγον. |
ἤπιος εὐμενέων τε πέλοις,
      ἐπειή νύ μοι αἰεὶ |
εὐχομένωι τε πάρει χεῖρά
20       θ’ ὕπερθεν ἔχεις·
καὶ δὴ νῦν μ’ ἐσάωσας ἀμείβ̣[ον]-
      τα κλυτὰ φῦλα |
Κελτῶν καὶ Λιγύων ἄστυ πρ[ὸς]
      Αὐσόνιον· |
25 αὐτὸν ἀλεξητῆρα κακῶν,
      αὐτόν σε δοτῆρα |
παντοίης ἀρετῆς κληίζο-
      μεν, Ἡράκλεες.
Search Help
Contact Us