[ ]
Italia (Campania) — Sinuessa (Mondragone, Bagni di S. Rocco) — 1st c. AD?
1 | Ἰουνίωρος. |
ἀκταῖς τὴν ὅμορον Σινυητίσιν Ἀφρογένειαν, | |
ξεῖνε, πάλιν πελάγους βλέψον ἀνερχομένην· | |
ναοί μοι στίλβουσιν ὑπ’ ᾐόνος, ἥν ποτε κόλποις | |
5 | Δρούσου καὶ γαμετῆς θρέψεν ἄθυρμα δόμος. |
ἐκ δὲ τρόπων πειθώ τε καὶ εἵμερον ἔσπασε κείνης | |
πᾶς τόπος, εἰς ἱλαρὴν ἄρτιο[ς] εὐφροσύνην· | |
Βάκχου γὰρ κλισίαις με συνέστιον ἐστεφάνωσεν, | |
εἰς ἐμὲ τὸν κυλίκων ὄνκον ἐφελκομένη. | |
10 | πηγαὶ δ’ αὖ περὶ πέζαν ἀναβλύζουσι λοετρῶν, |
παῖς ἐμὸς ἃς καίει σὺν πυρὶ νηχόμενος. | |
μή με μάτην, ξεῖνοι, παροδεύετε γειτνιόωσαν | |
πόντῳ καὶ Νύμφαις Κύπριδα καὶ Βρομίωι. |