[ ] Italia (Campania) — Puteoli (Pozzuoli) — 174 AD
See also:
1                           ἐπιστολὴ ∙ γραφεῖσα τῇ πόλει
 Τυρίων, τῆς ἱερᾶς καὶ ἀσύλου καὶ αὐτονόμου μητροπόλεως Φοινείκης καὶ ἄλλων πόλε-
 ων καὶ ναυαρχίδος. ἄρχουσι, βουλῇ <καὶ δήμῳ> {⁴ΔΗΜΩΚΑΙ}⁴ τῆς κυρίας πατρίδος οἱ ἐν Ποτιόλοις
 κατοικοῦντες                                           χαίρειν.
5 διὰ τοὺς θεοὺς καὶ τὴν τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος τύχην εἰ καί τις ἄλλη στατί-
 ων ἐστὶν ἐν Ποτιόλοις, <ὡ>ς οἱ πλείους ὑμῶν ἴσασι, καὶ ἡ̣ ἡμετέρα ἐστὶν καὶ κόσμῳ καὶ
 μεγέθει τῶν ἄλλων διαφέρουσα· ταύτης πάλαι μὲν ἐπεμελοῦντο οἱ ἐν Ποτιόλοις κα-
 τοικοῦντες Τύριοι {οι} πολλοὶ ὄντες καὶ πλούσιοι· νῦν δὲ εἰς ὀλίγους ἡμᾶς περιέστη τὸν
 ἀριθμόν, καὶ ἀναλίσκοντες εἴς τε θυσίας καὶ θρησκείας τῶν πατρίων ἡμῶν θεῶν ἐνθά-
10  δε ἀφωσιωμένων ἐν ναοῖς οὐκ εὐτονοῦμεν τὸν μισθὸν τῆς στατίωνος παρέχειν κα-
 τ’ ἔτος 𐆖 σν ∙ μάλιστα ᾗ καὶ τὰ ἀναλώματα εἰς τὸν ἀγῶνα τὸν ἐν Ποτιόλοις τῆς βουθουσίας
 ἡμεῖν προσετέθη. δεόμεθα οὖν προνοῆσαι ὑμᾶς τοῦ διαμένειν ἀεὶ τὴν στατίωνα· δειαμεν-
 εῖ δέ, ἐὰν πρόνοιαν τῶν κατ’ ἔτος διδομένων εἰς τὴν μίσθωσιν 𐆖 σν ∙ ποιήσ<η>σθε· τὰ γὰρ ἕτε-
 ρα ἀναλώματα καὶ τὰ γεινόμενα εἰς ἐπισκευὴν τῆς στατίωνος εἰς τὰς ἱερὰς ἡμέρας τοῦ
15  κυρίου Αὐτοκράτορος συνπεσούσης ἑαυτοῖς ἐλογισάμεθα, ἵνα μὴ τὴν πόλιν βαρῶμεν.
 ὑπομιμνήσκομεν δὲ ὑμᾶς, ὅτι οὐδεμία πρόσοδος γείνεται οὔτε παρὰ ναυκλήρων
 οὔτε παρὰ ἐμπόρων τῇ ἐνθάδε στατίωνι ὡς ἐν τῇ {βασιδι} βασιλίδι Ῥώμῃ. παρακαλοῦμεν
 οὖν καὶ δεόμεθα ὑμῶν τῆς τύχης φροντίσα<ι> τε {²⁶καὶ}²⁶ τοῦ πράγματος.    ἐγράφη ἐν Ποτι-
 όλοις πρὸ ∙ ιʹ ∙ καλανδῶν Αὐγούστων Γάλλῳ καὶ Φλάκκῳ Κορνηλιανῷ ὑπάτοιν.
20 ἀπὸ ἄκτων βουλῆς ἀχθείσης ∙ κα ∙ Δίου τοῦ ἔτους τ ∙ ἐφημερ<οῦ>ντος {²⁷ἐφημερ<εύο>ντος}²⁷ Γ(αίου) ∙ Οὐαλερίου
    Καλλικράτους Παυσανίου προέδρου.
ἀνεγνώσθη ἐπιστολὴ Τυρίων στατιωναρίων ἀναδοθεῖσα ὑπὸ Λάχητος
 ἑνὸς αὐτῶν, ἐν ᾗ ἠξίο<υ>ν πρόνοιαν ποιήσασθαι αὐτοῖς 𐆖 σν ∙ <ἀναλίσκειν γὰρ> εἴς τε θυσίας
 καὶ θρησκείας τῶν πατρίων ἡμῶν θεῶν ἐκεῖ ἀφωσιωμένων ἐν ναοῖς
25  καὶ μὴ εὐτονεῖν τὸν μισθὸν τῆς στατίωνος παρέχειν κατ’ ἔτος 𐆖 ∙ [σνʹ],
 καὶ τὰ ἀναλώματα εἰς τὸν ἀγῶνα τὸν ἐν Ποτιώλοις τῆς βουθουσίας αὐ-
 τοῖς προστεθῆναι· τῶν γὰρ ἑτέρων ἀναλωμάτων <καὶ τῶν> γεινομένων εἰς ἐπι-
 σκευὴν τῆς στατίωνος εἰς τὰς ἱερὰς ἡμέρας τοῦ κυρίου Αὐτοκράτορος σ[υν]-
 πεσούσης αὑτοῖς ἐλογίσαντο, ἵνα μὴ τὴν πόλιν βαρῶσιν· καὶ ὑπεμίμνη-
30  σκον ὅτι οὐδεμία πρόσοδος γείνεται αὐτοῖς οὔτε παρὰ ναυκλήρων οὔτε
 παρὰ ἐμπόρων ὡς ἐν τῇ βασιλίδι Ῥώμῃ. μεθ’ ἣν ἀνάγνωσιν Φιλοκλῆς Διο-
 δώρου εἶπεν· οἱ ἐν Ῥώμῃ στατιωνάριοι ἔθος εἶχον ἀεί ποτε ἐξ ὧν αὐτοὶ λαμ-
 βάνουσιν παρέχειν τοῖς ἐν Ποτιόλοις 𐆖 σνʹ ∙ ἀξιοῦσι καὶ νῦν οἱ ἐν Ποτιόλοις
 στατιωνάριοι αὐτὰ ταῦτα αὑτοῖς τηρεῖσθαι ἢ εἰ μὴ βούλονται οἱ ἐν Ῥώμῃ αὐ-
35  τοῖς παρέχειν, αὐτοὶ ἀναδέχονται τὰς δύο στατίωνας ἐπὶ τῇ αὐτῇ αἱρέσι. ἐ-
 πεφώνησαν· καλῶς εἶπεν Φιλοκλῆς· δίκαια ἀξιῶσι {²⁶ἀξιοῦσι}²⁶ οἱ ἐν Ποτιόλοις· ἀεὶ
οὕτως ἐγείνετο καὶ νῦν οὕτως γεινέσθω· τοῦτο τῇ πόλει συμφέρει· φυλαχθή-
τω ἡ συνήθεια.   ἀνεγνώσθη πιττάκιον δοθὲν τὸ {²⁷τὸ δοθὲν?}²⁷ ὑπὸ Λάχητος ΠΡΕΙΜΟΓΕ-
ΝΕΙΑϹ? καὶ Ἀγαθόποδος υἱοῦ αὐτοῦ Τυρίων στατιωναρίων στατίωνος Τυρια-
40 κῆς τῆς ἐν κολωνίᾳ Σεβαστῇ Ποτιόλοις, ἐν ᾧ ἐδήλουν παρέχειν τὴν ἡμετέραν
πατρίδα στατίωνας δύο, τὴν μὲν ἐν τῇ βασιλίδι Ῥώμ[ῃ, τὴν δὲ — — — — —]
Search Help
Contact Us