1 | ἐπιστολὴ ∙ γραφεῖσα τῇ πόλει |
Τυρίων, τῆς ἱερᾶς καὶ ἀσύλου καὶ αὐτονόμου μητροπόλεως Φοινείκης καὶ ἄλλων πόλε- | |
ων καὶ ναυαρχίδος. ἄρχουσι, βουλῇ <καὶ δήμῳ> {⁴ΔΗΜΩΚΑΙ}⁴ τῆς κυρίας πατρίδος οἱ ἐν Ποτιόλοις | |
κατοικοῦντες χαίρειν. | |
5 | διὰ τοὺς θεοὺς καὶ τὴν τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος τύχην εἰ καί τις ἄλλη στατί- |
ων ἐστὶν ἐν Ποτιόλοις, <ὡ>ς οἱ πλείους ὑμῶν ἴσασι, καὶ ἡ̣ ἡμετέρα ἐστὶν καὶ κόσμῳ καὶ | |
μεγέθει τῶν ἄλλων διαφέρουσα· ταύτης πάλαι μὲν ἐπεμελοῦντο οἱ ἐν Ποτιόλοις κα- | |
τοικοῦντες Τύριοι {οι} πολλοὶ ὄντες καὶ πλούσιοι· νῦν δὲ εἰς ὀλίγους ἡμᾶς περιέστη τὸν | |
ἀριθμόν, καὶ ἀναλίσκοντες εἴς τε θυσίας καὶ θρησκείας τῶν πατρίων ἡμῶν θεῶν ἐνθά- | |
10 | δε ἀφωσιωμένων ἐν ναοῖς οὐκ εὐτονοῦμεν τὸν μισθὸν τῆς στατίωνος παρέχειν κα- |
τ’ ἔτος 𐆖 σν ∙ μάλιστα ᾗ καὶ τὰ ἀναλώματα εἰς τὸν ἀγῶνα τὸν ἐν Ποτιόλοις τῆς βουθουσίας | |
ἡμεῖν προσετέθη. δεόμεθα οὖν προνοῆσαι ὑμᾶς τοῦ διαμένειν ἀεὶ τὴν στατίωνα· δειαμεν- | |
εῖ δέ, ἐὰν πρόνοιαν τῶν κατ’ ἔτος διδομένων εἰς τὴν μίσθωσιν 𐆖 σν ∙ ποιήσ<η>σθε· τὰ γὰρ ἕτε- | |
ρα ἀναλώματα καὶ τὰ γεινόμενα εἰς ἐπισκευὴν τῆς στατίωνος εἰς τὰς ἱερὰς ἡμέρας τοῦ | |
15 | κυρίου Αὐτοκράτορος συνπεσούσης ἑαυτοῖς ἐλογισάμεθα, ἵνα μὴ τὴν πόλιν βαρῶμεν. |
ὑπομιμνήσκομεν δὲ ὑμᾶς, ὅτι οὐδεμία πρόσοδος γείνεται οὔτε παρὰ ναυκλήρων | |
οὔτε παρὰ ἐμπόρων τῇ ἐνθάδε στατίωνι ὡς ἐν τῇ {βασιδι} βασιλίδι Ῥώμῃ. παρακαλοῦμεν | |
οὖν καὶ δεόμεθα ὑμῶν τῆς τύχης φροντίσα<ι> τε {²⁶καὶ}²⁶ τοῦ πράγματος. ἐγράφη ἐν Ποτι- | |
όλοις πρὸ ∙ ιʹ ∙ καλανδῶν Αὐγούστων Γάλλῳ καὶ Φλάκκῳ Κορνηλιανῷ ὑπάτοιν. | |
20 | ἀπὸ ἄκτων βουλῆς ἀχθείσης ∙ κα ∙ Δίου τοῦ ἔτους τ ∙ ἐφημερ<οῦ>ντος {²⁷ἐφημερ<εύο>ντος}²⁷ Γ(αίου) ∙ Οὐαλερίου |
Καλλικράτους Παυσανίου προέδρου. | |
ἀνεγνώσθη ἐπιστολὴ Τυρίων στατιωναρίων ἀναδοθεῖσα ὑπὸ Λάχητος | |
ἑνὸς αὐτῶν, ἐν ᾗ ἠξίο<υ>ν πρόνοιαν ποιήσασθαι αὐτοῖς 𐆖 σν ∙ <ἀναλίσκειν γὰρ> εἴς τε θυσίας | |
καὶ θρησκείας τῶν πατρίων ἡμῶν θεῶν ἐκεῖ ἀφωσιωμένων ἐν ναοῖς | |
25 | καὶ μὴ εὐτονεῖν τὸν μισθὸν τῆς στατίωνος παρέχειν κατ’ ἔτος 𐆖 ∙ [σνʹ], |
καὶ τὰ ἀναλώματα εἰς τὸν ἀγῶνα τὸν ἐν Ποτιώλοις τῆς βουθουσίας αὐ- | |
τοῖς προστεθῆναι· τῶν γὰρ ἑτέρων ἀναλωμάτων <καὶ τῶν> γεινομένων εἰς ἐπι- | |
σκευὴν τῆς στατίωνος εἰς τὰς ἱερὰς ἡμέρας τοῦ κυρίου Αὐτοκράτορος σ[υν]- | |
πεσούσης αὑτοῖς ἐλογίσαντο, ἵνα μὴ τὴν πόλιν βαρῶσιν· καὶ ὑπεμίμνη- | |
30 | σκον ὅτι οὐδεμία πρόσοδος γείνεται αὐτοῖς οὔτε παρὰ ναυκλήρων οὔτε |
παρὰ ἐμπόρων ὡς ἐν τῇ βασιλίδι Ῥώμῃ. μεθ’ ἣν ἀνάγνωσιν Φιλοκλῆς Διο- | |
δώρου εἶπεν· οἱ ἐν Ῥώμῃ στατιωνάριοι ἔθος εἶχον ἀεί ποτε ἐξ ὧν αὐτοὶ λαμ- | |
βάνουσιν παρέχειν τοῖς ἐν Ποτιόλοις 𐆖 σνʹ ∙ ἀξιοῦσι καὶ νῦν οἱ ἐν Ποτιόλοις | |
στατιωνάριοι αὐτὰ ταῦτα αὑτοῖς τηρεῖσθαι ἢ εἰ μὴ βούλονται οἱ ἐν Ῥώμῃ αὐ- | |
35 | τοῖς παρέχειν, αὐτοὶ ἀναδέχονται τὰς δύο στατίωνας ἐπὶ τῇ αὐτῇ αἱρέσι. ἐ- |
πεφώνησαν· καλῶς εἶπεν Φιλοκλῆς· δίκαια ἀξιῶσι {²⁶ἀξιοῦσι}²⁶ οἱ ἐν Ποτιόλοις· ἀεὶ | |
οὕτως ἐγείνετο καὶ νῦν οὕτως γεινέσθω· τοῦτο τῇ πόλει συμφέρει· φυλαχθή- | |
τω ἡ συνήθεια. ἀνεγνώσθη πιττάκιον δοθὲν τὸ {²⁷τὸ δοθὲν?}²⁷ ὑπὸ Λάχητος ΠΡΕΙΜΟΓΕ- | |
ΝΕΙΑϹ? καὶ Ἀγαθόποδος υἱοῦ αὐτοῦ Τυρίων στατιωναρίων στατίωνος Τυρια- | |
40 | κῆς τῆς ἐν κολωνίᾳ Σεβαστῇ Ποτιόλοις, ἐν ᾧ ἐδήλουν παρέχειν τὴν ἡμετέραν |
πατρίδα στατίωνας δύο, τὴν μὲν ἐν τῇ βασιλίδι Ῥώμ[ῃ, τὴν δὲ — — — — —] |
IG XIV
830