[ ]
Italia (Magna Graecia) — Herakleia (Policoro): Acinapura — cf. p. 688, Add. et Corr.
I.1 | ἔφορος Ἀρίσταρχος ℎηρακλείδα· μὴς |
Ἀπελλαῖος· ℎα πόλις καὶ τοὶ ὀρισταί· | |
ϝε τρίπους Φιλώνυμος Ζωπυρίσκω, | |
πε καρυκεῖον Ἀπολλώνιος ℎηρακλήτω, | |
5 | αι πέλτα Δάζιμος Πύρρω, κν θρῖναξ |
Φιλώτας ℎιστιείω, με ἐπιστύλιον | |
ℎηρακλείδας Ζωπύρω Διονύσωι. | |
ἀνέγραψαν τοὶ ὀρισταὶ τοὶ ℎαιρεθέντες ἐπὶ τὼς χώρως τὼς ℎιαρὼς τὼς τῶ Διονύσω | |
Φιλώνυμος Ζωπυρίσκω, Ἀπολλώνιος ℎηρακλήτω, Δάζιμος Πύρρω, Φιλώτας ℎιστιείω, | |
10 | ℎηρακλείδας Ζωπύρω, καθ’ ἃ <ὠρ>ίξαν καὶ ἐτερμάξαν καὶ συνεμετρήσαν καὶ ἐμερί- |
ξαν τῶν ℎηρακλείων δια<γ>νόντων ἐν κατακλήτωι ἀλίαι. συνεμετρήσαμες δὲ ἀρξαμέ- | |
νοι ἀπὸ τῶ ἀντόμω τῶ ℎυπὲρ Πανδοσίας ἄγοντος τῶ διατάμνοντος τώς τε ℎιαρὼς χώ- | |
ρως καὶ τὰν ϝιδίαν γᾶν ἐπὶ τὸν ἄντομον τὸν ὀρίζοντα τώς τε τῶ Διονύσω χώρως καὶ | |
τὸν Κωνέας ℎο Δίωνος ἐπαμώχη. κατετάμομες δὲ μερίδας τετόρας· | |
15 | τὰν μὲν πράταν μερίδα ἀπὸ τῶ ἀντόμω τῶ πὰρ τὰ ℎηρώιδεια ἄγοντος |
εὖρος ποτὶ τὰν τριακοντάπεδον τὰν διὰ τῶν ℎιαρῶν χώρων ἄγωσαν, | |
μᾶκος δὲ ἄνωθα ἀπὸ τᾶν ἀποροᾶν ἄχρι ἐς ποταμὸν τὸν Ἄκιριν, καὶ | |
ἐγένοντο μετριωμέναι ἐν ταύται τᾶι μερείαι ἐρρηγείας μὲν δι- | |
ακατίαι μία σχοίνοι, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ ϝεξακατίαι | |
20 | τετρώκοντα ϝὲξ σχοίνοι ℎημίσχοινον· τὰν δὲ δευτέραν μερίδα εὖρος ἀπὸ |
τᾶς τριακονταπέδω ἐπὶ τὸν ἄντομον τὸν πρᾶτον, μᾶκος δὲ ἀπὸ τᾶν | |
ἀποροᾶν ἄχρι ἐς ποταμόν, καὶ ἐγένοντο μετριωμέναι ἐν ταύται τᾶι με- | |
ρείαι ἐρρηγείας μὲν διακατίαι ℎεβδεμήκοντα τρῖς σχοίνοι, σκίρω δὲ | |
καὶ ἀρρήκτω καὶ δρυμῶ πεντακατίαι σχοίνοι. | |
25 | τὰν δὲ τρίταν μερίδα εὖρος ἀπὸ τῶ ἀντόμω τῶ πράτω τῶ πὰρ τὰν τρι- |
ακοντάπεδον ἄγοντος ἐπὶ τὸν ἄντομον τὸν δεύτερον ἀπὸ τᾶς τρια- | |
κονταπέδω μᾶκος ἀπὸ τᾶν ἀποροᾶν ἄχρι ἐς ποταμὸν καὶ ἐγέ- | |
νοντο μετριωμέναι ἐν ταύται τᾶι μερείαι ἐρρηγείας μὲν τριακατίαι | |
δέκα δύο σχοίνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ πεντα- | |
30 | κατίαι τριάκοντα ℎεπτὰ ℎημίσχοινον. τὰν δὲ τετάρταν μερίδα εὖρος ἀπὸ |
τῶ ἀντόμω τῶ δευτέρω ἀπὸ τᾶς τριακονταπέδω ἐπὶ τὸν ἄντομον τὸν | |
ὀρίζοντα τάν τε ℎιαρὰν καὶ τὰν ϝιδίαν γᾶν, μᾶκος δὲ ἀπὸ τᾶν ἀποροᾶν | |
ἄχρι ἐς ποταμόν, καὶ ἐγένοντο μετριωμέναι ἐν ταύται τᾶι μερείαι ἐρρη- | |
γείας μὲν τριακατίαι ℎοκτὼ σχοίνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω | |
35 | καὶ δρυμῶ πεντακατίαι τετρώκοντα μία ℎημίσχοινον. |
κεφαλὰ πάσας ἐρρηγείας χιλίαι ℎενενήκοντα πέντε σχοίνοι, σκί- | |
ρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ δισχιλίαι διακατίαι ϝίκατι πέντε· | |
τὰν δὲ νᾶσον τὰν ποτιγεγενημέναν ἐς τὰν ἄρρηκτον γᾶν συνεμε- | |
τρήσαμες. ἀπὸ ταύτας τᾶς γᾶς ἀπολώλη ἐρρηγείας μὲν τριακατίαι | |
40 | τρῖς σχοίνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ τετρα- |
κοσίαι τριάκοντα πέντα σχοίνοι, ἐμμὲν τᾶι πράται μερείαι τᾶι | |
πὰρ τὰ ℎηρώιδεια ἐρρηγείας μὲν ℎεβδεμήκοντα ϝὲξ σχοίνοι, σκί- | |
ρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ ℎεκατὸν ℎογδοήκοντα πέντε σχοί- | |
νοι, ἐν δὲ τᾶι τετάρται μερείαι τᾶι πὰρ τὰ Φιντία ἐρρηγείας μὲν | |
45 | διακατίαι ϝίκατι ℎεπτὰ σχοίνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρή- |
κτω καὶ δρυμῶ διακατίαι πεντήκοντα σχοίνοι. κεφαλὰ πά- | |
σας γᾶς ℎᾶς κατεσώισαμες τῶι Διονύσωι ℎεπτακατίαι τριά- | |
κοντα ℎοκτὼ σχοίνοι ℎημίσχοινον· ταύταν τὰν γᾶν κατεσώισα- | |
μες ἐγδικαξαμένοι δίκας τριακοσταίας τοῖς τὰν ℎιαρὰν γᾶν ϝι- | |
50 | δίαν ποϊόντασσιν. ℎαύτα ἐμισθώθη <ℎ>α γᾶ κατὰ βίω [ὅσσα]ν ℎ[α]- |
μὲς κατεσώισαμες τριακατίων μεδίμνων τὸ ϝέτος ℎέκαστον, | |
ℎα δὲ πᾶσα γᾶ ℎα τῶ Διονύσω τετρακατίων δέκα μεδίμνων, κάδ- | |
διχος τὸ ϝέτος ℎέκαστον. ἐστάσαμες δὲ καὶ ὄρως ἐπὶ μὲν τᾶς | |
πλευριάδος ἄνω ℎένα μὲν ἐπὶ τῶ ἀντόμω τῶ πὰρ Πανδοσίαν | |
55 | τῶ πὰρ τὰ ℎηρώιδεια τῶ ὀρίζοντος τάν τε ℎιαρὰν γᾶν καὶ τὰν ϝιδίαν, |
ἀνχωριξάντες ἀπὸ τᾶν ἀποροᾶν ἐς τὰν ϝιδίαν γᾶν, ℎως μὴ καταλυ- | |
μακωθὴς ἀδηλωθείη καθὼς τοὶ ἔμπροσθα ὄροι, ἄλλον δὲ ἐπὶ τῶ ἀν- | |
τόμω τῶ πὰρ τὰ Φιντία ἄγοντος ἐστάσαμες πὰρ τὰν βυβλίαν καὶ | |
τὰν διώρυγα, ἀνχωριξάντες ℎωσαύτως ἐς τὰν ϝιδίαν γᾶν {ταν}· ἄλ- | |
60 | λως δὲ ἀντόρως τούτοις ἐστάσαμες ἐπὶ τᾶς ἀμαξιτῶ τᾶς διὰ τῶ χα- |
ράδεος ἀγώσας τᾶς πὰρ τὸν δρυμόν, τὰς μὲν στάλας ἐς τὰν ℎιαρὰν | |
γᾶν, τὼς δὲ ἀντόρως ἐς τὰν ϝιδίαν γᾶν, καταλιπόντες ϝικατίπεδον | |
ἄντομον· ἐστάσαμες δὲ καὶ μεσσόρως δύο μὲν ἐπὶ τᾶς ℎοδῶ τᾶς | |
ἀγώσας ἔκ τε πόλιος καὶ ἐκ Πανδοσίας διὰ τῶν ℎιαρῶν χώρων, δύο | |
65 | δὲ ἐν ταῖς ℎακροσκιρίαις· τούτως πάντας ἂν εὐθυωρείαν ℎομολό- |
γως ἀλλάλοις, τὼς μὲν ἐς τὸ ℎιαρὸν πλάγος τῶ ἀντόμω ἐπιγε- | |
γραμμένως ℎιαρὼς Διονύσω χώρων, τὼς δὲ ἐν τᾶι ϝιδίαι γᾶι ἐπι- | |
γεγραμμένως ἀντόρως. ℎωσαύτως δὲ καὶ ἐπὶ τῶ ἀντόμω τῶ | |
πὰρ τὰ Φιντία ἄγοντος ἐστάσαμες μεσσόρως, δύο μὲν ἐπὶ | |
70 | τᾶς ℎοδῶ τᾶς ἐκ πόλιος καὶ ἐκ Πανδοσίας ἀγώσας διὰ τῶν |
ℎιαρῶν χώρων, δύο δὲ ἐπὶ τᾶν ℎακροσκιριᾶν πὰρ τὰς τυρείας· | |
τούτως πάντας ℎομολόγως ἂν εὐθυωρείαν τοῖς ἐπὶ τᾶς ℎοδῶ | |
τᾶς διὰ τῶ χαράδεος ἀγώσας πὰρ τὸν δρυμόν, τὼς μὲν ἐς τὸ ℎιαρὸν | |
πλάγος ἐπιγεγραμμένως ℎιαρὼς Διονύσω χώρων, τὼς δὲ ἐς τὰν ϝιδί- | |
75 | αν γᾶν ἐπιγεγραμμένως ἀντόρως ἀπεχόντας ἀπ’ ἀλλάλων ℎως ἦ- |
μεν ϝικατίπεδον ἄντομον· ἐπὶ δὲ τᾶς τριακονταπέδω τᾶς διὰ τῶν ℎι- | |
αρῶν χώρων ἀγώσας ἐπὶ μὲν τᾶς πλευριάδος ἄνω δύο ἀπέχοντας ἀπ’ ἀλ- | |
λάλων τριάκοντα πόδας, ἄλλως δὲ ἀντόρως τούτοις ἐπάξαμες πὰρ | |
τὰν ℎοδὸν τὰν πὰρ τὸν δρυμὸν ἄγωσαν δύο ἀπεχόντας ἀπ’ ἀλλάλων | |
80 | τριάκοντα πόδας· ἐν δὲ μέσσωι τῶι χώρωι ἐπὶ τᾶς τριακονταπέδω τε- |
τόρας ἀπεχόντας ἀπ’ ἀλλάλων ℎᾶι μὲν τριάκοντα πόδας, ℎᾶι δὲ ϝίκα- | |
τι· ἐπὶ δὲ τῶ ἀντόμω τῶ πὰρ τὰν τριακοντάπεδον δύο ἀπεχόντας ἀπ’ ἀλ- | |
λάλων ϝίκατι πόδας, καὶ ἄλλως ἐπὶ τῶ δευτέρω ἀντόμω ἀπεχόντας | |
ἀπ’ ἀλλάλων ϝίκατι πόδας· τούτως πάντας ἀνεπιγρόφως ὀριζόντας | |
85 | τὰς μερείας τὰς ποτ’ ἀλλάλως τοῖς μεμισθωμένοις τὼς ℎιαρὼς χώ- |
ρως. τὼς δὲ πάντας χώρως τὼς τῶ Διονύσω τερμάζοντι τοὶ {τε} ἀντόμοι | |
ℎό τε πὰρ τὰ ℎηρώιδεια ἄγων καὶ ℎο πὰρ τὰ Φιντία ἀπὸ τᾶν ἀποροᾶν ἄνω- | |
θα ἄχρι ἐς ποταμὸν τὸν Ἄκιριν. ἀριθμὸς ὄρων τῶν ἐστάσαμες τῶν μὲν | |
ἐπὶ τῶ ἀντόμω τῶ πὰρ τὰ ℎηρώιδεια ℎεπτὰ σὺν τῶι ἐπὶ τᾶς πλευριάδος, | |
90 | ἐπὶ δὲ τᾶς τριακονταπέδω ℎοκτὼ σὺν τῶι τετρώ{ι}ρωι {²⁶τετρώρωι}²⁶ ἐπὶ δὲ τῶ ἀντόμω |
τῶ τε πὰρ τὰν τριακοντάπεδον καὶ τῶ ἐχομένω δύο ἐφ’ ἑκατέρω, ἐπὶ δὲ τῶ | |
πὰρ τὰ Φιντία ℎεπτὰ σὺν τῶι πὰρ τὰν βυβλίναν μασχάλαν καὶ πὰρ τὰν δι- | |
ώρυγα. | |
συνθήκα Διονύσω χώρων. | |
95 | ἐπὶ ἐφόρω Ἀριστίωνος, μηνὸς Ἀπελλαίω, ℎα πόλις καὶ τοὶ πολιανόμοι ασ βότρυς Τίμαρ- |
χος Νίκωνος, ϝε ἄνθεμον Ἀπολλώνιος Ἀπολλωνίω καὶ τοὶ ὀρισταὶ ϝε τρίπους Φιλώνυ- | |
μος Ζωπυρίσκω, πε καρυκεῖον Ἀπολλώνιος ℎηρακλήτω, αι πέλτα Δάζιμος Πύρρω, | |
κν θρῖναξ Φιλώτας ℎιστιείω, με ἐπιστύλιον ℎηρακλείδας Ζωπύρω μισθῶντι τὼς ℎι- | |
αρὼς χώρως τὼς τῶ Διονύσω ἐχόντας ℎως ἔχοντι κατὰ βίω, καθὰ τοὶ ℎηρακλείοι διέ- | |
100 | γνον· τοὶ δὲ μισθωσαμένοι καρπευσόνται τὸν ἀεὶ χρόνον, ℎᾶς κα πρωγγύως ποτάγων- |
τι καὶ τὸ μίσθωμα ἀποδιδῶντι πὰρ ϝέτος ἀεὶ Πανάμω μηνὸς προτερείαι· καὶ <αἴ> κ’ ἔμπροσθα | |
ἀποδίνωντι, ἀπαξόντι ἐς τὸν δαμόσιον ῥογὸν καὶ παρμετρησόντι τοῖς σιταγέρταις τοῖς | |
ἐπὶ τῶν ϝετέων τῶι δαμοσίωι χοὶ μεστὼς τὼς χοῦς κριθᾶς κοθαρᾶς δοκίμας, ℎοίας κα ℎα γᾶ | |
φέρει· ποταξόντι δὲ πρωγγύως τοῖς πολιανόμοις τοῖς ἀεὶ ἐπὶ τῶν ϝετέων ἔντασσιν πὰρ | |
105 | πενταℎετηρίδα ℎώς κα ἐθέλοντες τοὶ πολιανόμοι δεκώνται, καὶ αἴ τινί κα ἄλλωι |
παρδῶντι τὰν γᾶν, ℎάν κα αὐτοὶ μεμισθωσώνται, ἢ ἀρτύσωντι ἢ ἀποδώνται τὰν ἐ- | |
πικαρπίαν, ἂν αὐτὰ τὰ παρℎεξόνται πρωγγύως ℎοι παρλαβόντες ἢ ℎοῖς κ’ ἀρτύσει ἢ ℎοι πρι- | |
αμένοι τὰν ἐπικαρπίαν, ἂν ℎὰ καὶ ℎο ἐξ ἀρχᾶς μεμισθωμένος· ℎόστις δὲ κα μὴ ποτάγει πρωγγύ- | |
ως ἢ μὴ τὸ μίσθωμα ἀποδιδῶι κὰτ τὰ γεγραμμένα, τό τε μίσθωμα διπλεῖ ἀποτεισεῖ τὸ ἐπὶ τῶ ϝέ- | |
110 | τεος καὶ τὸ ἀμπώλημα τοῖς τε πολιανόμοις καὶ τοῖς σιταγέρταις τοῖς ἀεὶ ἐπὶ τῶ ϝέτεος, ℎόσσωι κα |
μείονος ἀμμισθωθῆ πὰρ πέντε ϝέτη τὰ πρᾶτα, ℎότι κα τελέθει ψαφισθὲν ℎάμα πᾶν τῶι πράτωι | |
μισθώματι καὶ τὰ ἐν τᾶι γᾶι πεφυτευμένα καὶ οἰκοδομημένα πάντα τᾶς πόλιος ἐσσόνται. ἐργαξόν- | |
ται δὲ κὰτ τάδε· ℎο μὲν τὸν πρᾶτον χῶρον μισθωσάμενος τὸν πὰρ τὸν ἄντομον τὸν ℎυπὲρ Πανδοσί- | |
ας ἄγοντα τὸν πὰρ τὰ ℎηρώιδα ἄχρι τᾶς τριακονταπέδω ἀμπέλων μὲν φυτευσεῖ μὴ μεῖον ἢ δέκα | |
115 | σχοίνως, ἐλαιᾶν δὲ φυτὰ ἐμβαλεῖ ἐς τὰν σχοῖνον ℎεκάσταν μὴ μεῖον ἢ τετόρας ἐς τὰν |
δυνατὰν γᾶν ἐλαίας ἔχεν· αἰ δέ κα μὴ φᾶντι τοὶ μεμισθωμένοι δυνατὰν ἦμεν ἐλαίας ἔ- | |
χεν, τοὶ πολιανόμοι τοὶ ἀεὶ ἐπὶ τῶν ϝετέων ἔντες καὶ αἴ τινάς κα ἄλλως τοὶ πολιανόμοι ποθε- | |
λώνται ἀπὸ τῶ δάμω, ὀμοσάντες δοκιμαξόντι καὶ ἀνανγελίοντι ἐν ἀλίαι θασαμένοι τὰν | |
γᾶν πὸτ τὰν τῶν ἐπιχωρίων· ἐπιμελησόνται δὲ καὶ τῶν ℎυπαρχόντων δενδρέων· αἰ δέ τινά κα | |
120 | γήραι ἢ ἀνέμωι ἐκπέτωντι, αὐτοὶ ℎεξόντι· ταῦτα δὲ πάντα πεφυτευμένα παρℎεξόντι καὶ ἐνδε- |
διωκότα ℎόσσα ἐν τᾶι συνθήκαι γεγραψάται ἐν τῶι πέμπτωι καὶ δεκάτωι ϝέτει ἀπὸ τῶ ποτεχεῖ ϝέ- | |
τεος ἢ Ἀριστίων ἐφορεύει· αἰ δέ κα μὴ πεφυτεύκωντι κὰτ τὰ γεγραμμένα, κατεδικάσθεν πὰρ μὲν τὰν | |
ἐλαίαν δέκα νόμως ἀργυρίω πὰρ τὸ φυτὸν ℎέκαστον, πὰρ δὲ τὰς ἀμπέλως δύο μνᾶς ἀργυρίω πὰρ τὰν | |
σχοῖνον ℎεκάσταν· τὼς δὲ πολιανόμως τὼς ἐπὶ τῶ ϝέτεος ποθελομένως μετ’ αὐτὸς αὐτῶν ἀπὸ τῶ | |
125 | δάμω μὴ μεῖον ἢ δέκα ἄνδρας ἀμφιστάσθαι, ἤ κα πεφυτεύκωντι πάντα κὰτ τὰν συνθήκαν, |
καὶ τὼς πεφυτευκότας ἀνγράψαι ἐς δόγμα, ἀνγράφεν δὲ ℎόσσα κα πεφυτεύκωντι, ἂν αὐτὰ δὲ τὰ | |
καὶ εἴ τινές κα μὴ πεφυτεύκωντι κὰτ τὰν συνθήκαν, ἀνγραψάντω καὶ ἐπελάσθω τὰ ἐπιζάμι- | |
α τὰ γεγραμμένα πὸτ τῶι ἄλλωι μισθώματι· αἰ δέ τίς κα ἐπιβῆι ἢ νέμει ἢ φέρει τι τῶν ἐν τᾶι ℎιαρᾶι | |
γᾶι ἢ τῶν δενδρέων τι κόπτηι ἢ θραύηι ἢ πριῶι ἢ ἄλλο τι σινήται, ℎο μεμισθωμένος ἐγδικαξή- | |
130 | ται ℎως πολίστων, καὶ ℎότι κα λάβει αὐτὸς ℎεξεῖ. τὰς δὲ τράφως τὰς διὰ τῶν χώρων ῥεώσας καὶ |
τὼς ῥόως οὐ κατασκαψόντι οὐδὲ διασκαψόντι τῶι ℎύδατι οὐδὲ ἐφερξόντι τὸ ℎύδωρ οὐδ’ ἀφερξόν- | |
τι, ἀνκοθαρίοντι δὲ ℎοσσάκις κα δεώνται τὰ πὰρ τὰ αὐτῶν χωρία ῥέοντα οὐδὲ τὰς ℎοδὼς τὰς ἀπο- | |
δεδειγμένας ἀρασόντι οὐδὲ συνℎερξόντι οὐδὲ κωλυσόντι πορεύεσθαι· ℎότι δέ κα τούτων τι ποΐ- | |
ωντι πὰρ τὰν συνθήκαν, τοὶ πολιανόμοι τοὶ ἀὲς ἐπὶ τῶ ϝέτεος ἐπικαταβα<λί>οντι καὶ ζαμιωσόντι | |
135 | ἄχρι ℎῶ κα ἀφομοιώσωντι κὰτ τὰν συνθήκαν· οὐ κοψεῖ δὲ τῶν δενδρέων οὐδὲ θραυσεῖ οὐδὲ πριωσεῖ |
οὐδὲ ℎῆς οὐδὲ ℎὲν οὐδὲ ἄλλος τήνωι, οὐδὲ γαιῶνας θησεῖ πὰρ τὼς ℎυπαρχόντας οὐδὲ σαρμευσεῖ, | |
αἰ μὴ ℎόσσα κα ἐν αὐτᾶι τᾶι γᾶι ℎᾶι μεμισθώται οἰκοδομήται, οὐδὲ τοφιώνας ἐν τᾶι ℎιαρᾶι γᾶι ποιησεῖ | |
οὐδὲ ἄλλον ἐασεῖ· αἰ δὲ μή, ℎυπόλογος ἐσσήται ℎως τὰν ℎιαρὰν γᾶν ἀδικίων. οἰκοδομησήται δὲ καὶ οἰ- | |
κίαν ἐν τοῖς χώροις τούτοις, βοῶνα, μυχόν, ἀχύριον· τὸν μὲν βοῶνα τὸ μὲν μᾶκος ϝίκατι καὶ δυῶν πο- | |
140 | δῶν, τὸ δὲ εὖρος ℎοκτὼ καὶ δέκα ποδῶν, τὸν δὲ ἀχύριον μὴ μεῖον τὸ μὲν μᾶκος ℎοκτὼ καὶ δέκα ποδῶν, |
τὸ δὲ εὖρος πέντε καὶ δέκα ποδῶν, τὸν δὲ μυχὸν πέντε καὶ δέκα ποδῶν παντᾶι· ταῦτα δὲ παρεξόντι οἰκο- | |
δομημένα καὶ στεγόμενα καὶ τεθυρωμένα ἐν τοῖς χρόνοις ἐν ℎοῖς καὶ τὰ δένδρεα δεῖ πεφυτευκῆμεν· αἰ | |
δὲ μή, κατεδικάσθεν πὰρ μὲν τὸν βοῶνα ϝὲξ μνᾶς ἀργυρίω, πὰρ δὲ τὸν ἀχύριον τετόρας μνᾶς ἀργυρίω, | |
πὰρ δὲ τὸν μυχὸν τρῖς μνᾶς ἀργυρίω· τῶν δὲ ξύλων τῶν ἐν τοῖς δρυμοῖς οὐδὲ τῶν ἐν τοῖς σκίροις οὐ πωλη- | |
145 | σόντι οὐδὲ κοψόντι οὐδὲ ἐμπρησόντι οὐδὲ ἄλλον ἐασόντι· αἰ δὲ μή, ℎυπόλογοι ἐσσόνται κὰτ τὰς ῥήτρας |
καὶ κὰτ τὰν συνθήκαν. ἐς δὲ τὰ ἐποίκια χρησόνται ξύλοις ἐς τὰν οἰκοδομὰν ℎοῖς κα δηλώνται καὶ ἐς τὰς | |
ἀμπέλως· τῶν δὲ ξηρῶν κοψόντι ℎόσσα αὐτοῖς ποτ’ οἰκίαν ἐς χρείαν, τοῖς δὲ σκίροις καὶ τοῖς δρυμοῖς χρη- | |
σόνται τοὶ μισθωσαμένοι ἂν τὰν αὐτῶ μερίδα ℎέκαστος· ℎόσσαι δέ κα τᾶν ἀμπέλων ἢ τῶν δενδρέων ἀπο- | |
γηράσωντι, ἀποκαταστασόντι τοὶ καρπιζομένοι, ℎως ἦμεν τὸν ἴσον ἀριθμὸν ἀεί· οὐχ ὑπογραψόνται | |
150 | δὲ τὼς χώρως τούτως ℎοι μισθωσαμένοι οὐδὲ τίμαμα ℎοισόντι οὔτε τῶν χώρων οὔτε τᾶς ἐπιοικοδο- |
μᾶς· αἰ δὲ μή, ℎυπόλογος ἐσσήται κὰτ τὰς ῥήτρας. αἰ δέ τίς κα τῶν καρπιζομένων ἄτεκνος ἄφωνος ἀπο- | |
θάνει, τᾶς πόλιος πᾶσαν τὰν ἐπικαρπίαν ἦμεν· αἰ δέ χ’ ὑπὸ πολέμω ἐγϝηληθίωντι, ℎώστε μὴ ἐξῆμεν | |
τὼς μεμισθωμένως καρπεύεσθαι, ἀνℎεῶσθαι τὰν μίσθωσιν καθά κα τοὶ ℎηρακλεῖοι διαγνῶντι καὶ μὴ | |
ἦμεν ℎυπολόγως μήτε αὐτὼς μήτε τὼς πρωγγύως τῶν ἐν τᾶι συνθήκαι γεγραμμένων. τὼς δὲ πρωγγύ- | |
155 | ως τὼς ἀεὶ γενομένως πεπρωγγυευκῆμεν τῶν τε μισθωμάτων καὶ τῶν ἐπιζαμιωμάτων καὶ τῶν ἀμ- |
πωλημάτων καὶ τᾶν καταδικᾶν καὶ αὐτὼς καὶ τὰ χρήματα ℎά κα ἐπιμαρτυρήσωντι, καὶ μὴ ἦμεν μήτε ℎάρ- | |
νησιν μήτε παλινδικίαν μηδὲ κατ’ ἄλλον μηδὲ ℎένα τρόπον τᾶι πόλι πράγματα παρέχεν μηδὲ τοῖς ℎυ- | |
πὲρ τᾶς πόλιος πρασσόντασσι· αἰ δὲ μή, ἀτελὲς ἦμεν. δεύτερος. ℎο δὲ τὸν δεύτερον <χῶρον> μισθωσάμενος | |
καρπευσήται ἀπὸ τᾶς τριακονταπέδω τᾶς διὰ τῶν τετρώρων ἀγώσας ἐπὶ τὸν ἄντομον τὸν πρᾶτον ℎόσ- | |
160 | σος κ’ εἶ καὶ πραξεῖ πάντα κὰτ τὰν συνθήκαν καὶ ℎυπόλογος ἐσσήται καὶ αὐτὸς καὶ τοὶ πρωγγύοι, ℎότι κα |
μὴ πράξει κὰτ τὰν συνθήκαν. τρίτος. ℎο δὲ τὸν τρίτον χῶρον μισθωσάμενος καρπευσῆται ἀπὸ τῶ ἀν- | |
τόμω τῶ ἀνώτερον τᾶς τριακονταπέδω πὸτ τὸν ἄντομον τὸν δεύτερον ἀπὸ τᾶς τριακονταπέδω καὶ | |
πραξεῖ πάντα κὰτ τὰν συνθήκαν καὶ ℎυπόλογος ἐσσῆται καὶ αὐτὸς καὶ τοὶ πρώγγυοι, ℎότι κα μὴ πρά- | |
ξει κὰτ τὰν συνθήκαν. τέταρτος. ℎο δὲ τὸν τέταρτον χῶρον μισθωσάμενος πάρ τε τῶν πολιανό- | |
165 | μων τῶν ἐπὶ Ἀριστίωνος ἐφόρω καὶ τῶν ὀριστᾶν καὶ πὰρ τῶν πολιανόμων τῶν ἐπὶ Ἀριστάρχω τῶ ℎηρα- |
κλείδα ἐφόρω ℎα ἄνθεμα Φιλωνύμω τῶ Φιλωνύμω, ℎα ἔμβολος ℎηρακλείδα τῶ Τιμοκράτιος καρπευ- | |
σήται ἀπὸ τῶ ἀντόμω τῶ τρίτω ἀπὸ τᾶς τριακονταπέδω ἐπὶ τὸν ἄντομον τὸν ὀρίζοντα τώς τε τῶ Διο- | |
νύσω χώρως καὶ τὰ Φιντίας ℎο Κρατίνω παμωχεῖ. ℎο δὲ ἀνℎελόμενος ἐργαξήται τὰ μὲν ἄλλα κὰτ τὰν | |
συνθήκαν, καθὼς καὶ τὼς λοιπὼς γεγράπται· τὰς δὲ ἀμπέλως τὰς ℎυπαρχώσας ἐργαξήται ℎως βέλτι- | |
170 | στα· ℎόσσαι δέ κα τᾶν ἀμπέλων ἀπογηράσκωντι ποτιφυτευσεῖ, ℎώστε ἀεὶ ℎυπάρχεν τὸν ἴσον ἀριθμὸν τᾶν |
σχοίνων τὸν νῦν ℎυπάρχοντα, ϝίκατι τετόρας σχοίνως· αἰ δὲ μή, προκαδδεδικάσθω δύο μνᾶς ἀργυρίω | |
πὰρ τὰν σχοῖνον ℎεκάσταν· τὰς δὲ ἐλαίας καὶ τὰς συκίας καὶ τὰ ἄλλα δένδρεα τὰ ℎήμερα τὰ ℎυπάρχον- | |
τα πάντα ἐν τᾶι μερίδι ταύται περισκαψεῖ καὶ ποτισκαψεῖ καὶ περικοψεῖ τὰ δεόμενα, καὶ αἴ τινά κα γήραι ἢ | |
ἀνέμωι ἐκπέτωντι, ἀποκαταστασεῖ μὴ μείω τὸν ἀριθμὸν τῶν ℎυπαρχόντων· ποτιφυτευσεῖ δὲ καὶ ἐλαίας | |
175 | ἐν τᾶι ψιλᾶι ℎομολόγως ποίων τοῖς ℎυπαρχόντασσι δενδρέοις καὶ τὸν ἀριθμὸν τὸν ℎίσον, καθὼς καὶ ἐν τᾶι |
ἄλλαι συνθήκαι γεγράπται. ℎότι δέ κα μὴ πράξει ℎο ἀνℎελόμενος κὰτ τὰν συνθήκαν ἢ μὴ ἐν τοῖς χρό- | |
νοις τοῖς γεγραμμένοις, ℎυπόλογος ἐσσήται τοῖς πολιανόμοις καὶ τοῖς σιταγέρταις τοῖς ἐπὶ τῶ <ϝ>έτεος, | |
καθὼς καὶ ἐν τᾶι ἄλλαι συνθήκαι γεγράπται· αἰ δέ κα τοὶ πολιανόμοι τοὶ ἀεὶ ἐπὶ τῶν ϝετέων ἔντες μὴ πρά- | |
ξωντι πάντα κὰτ τὰν συνθήκαν, αὐτοὶ ℎυπόλογοι ἐσσόνται κὰτ τὰν συνθήκαν. ἐπὶ τούτοις ἐμισθώσαν- | |
180 | το τὰν μὲν πράταν μίσθωσιν ἀπὸ τῶν τῶ ℎηρώιδα με κιβώτιον Βορμίων Φιλώτα πεντήκοντα ℎεπτὰ μεδί- |
μνων, κάδδιχος· πρώγγυος τῶ σώματος με κιβώτιον Ἀρκὰς Φιλώτα. τὰν δὲ δευτέραν μίσθωσιν ℎα | |
ἔμβολος Δάμαρχος Φιλωνύμω τετρώκοντα μεδίμνων· πρώγγυος τῶ σώματος {²vac. c.7}² Θεόδωρος Θε- | |
οδώρω. τὰν δὲ τρίταν μίσθωσιν ϝε γυῖον Πεισίας Λεοντίσκω τριάκοντα πέντε μεδίμνων· πρώγγυος | |
τῶ σώματος κν σφαιρωτῆρες Ἀριστόδαμος {²vacat c.10}² τὰν δὲ τετάρταν μίσθωσιν αλ λωτήριον | |
185 | Φίλιππος Φιλίππω διακατίων ℎεβδεμήκοντα ℎοκτὼ μεδίμνων· πρώγγυος τῶ σώματος πε καρυκεῖον |
Ἀπολλώνιος ℎηρακλήτω. | |
vacat | |
187 | γραμματεὺς ϝε γυῖον Ἀριστόδαμος Συμμάχω· γαμέτρας Χαιρέας Δάμωνος Νεαπολίτας. |
II.1 | ἔφορος Δάζιμος. ℎα πόλις |
καὶ τοὶ ὀρισταὶ ϝε τρίπους Φιλώ- | |
νυμος Ζωπυρίσκω, πε καρυκεῖον | |
Ἀπολλώνιος ℎηρακλήτω, αι πέλ- | |
5 | τα Δάζιμος Πύρρω Ἀθάναι Πολιάδι. |
vacat | |
6 | ἀνέγραψαν τοὶ ὀρισταὶ τοὶ ℎαιρεθέντες ἐπὶ τὼς χώρως τὼς ℎια- |
ρὼς τὼς τᾶς Ἀθάνας τὼς ἐν Κοίλαι Φιλώνυμος Ζωπυρίσκω, Ἀπολ- | |
λώνιος ℎηρακλήτω, Δάζιμος Πύρρω, καθὰ ὤριξαν καὶ συνεμε- | |
τρήσαν καὶ ἐτερμάξαν καὶ ἐμερίξαν τῶν ℎηρακλείων δια- | |
10 | γνόντων ἐν κατακλήτωι ἀλίαι. συνεμετρήσαμες δὲ ἀρξαμένοι |
ἀπὸ τῶ ἀντόμω τῶ ἀπὸ Καινᾶν ἄγοντος ἐπὶ τὰν ℎοδὸν τὰν τρι- | |
ακοντάπεδον τὰν ἐπὶ θάλασσαν ἄγωσαν, καὶ ἐγένοντο ἀπὸ | |
τῶ ἀντόμω ποτὶ τὰν βουβῆτιν τὰν διὰ τῶν γυᾶν ἐκ πόλιος ῥέω- | |
σαν ℎεπτὰ γύαι, ἀπὸ δὲ τᾶς βουβήτιος ἐπὶ τὰν τριακοντάπεδον | |
15 | τρεῖς καὶ δέκα γύαι· ἀπὸ δὲ τᾶς τριακονταπέδω ἐπὶ τὰν τριακον- |
τάπεδον τὰν διὰ τῶν τριℎημιγύων ἄγωσαν, καὶ ἐγένοντο | |
ℎεννέα τριℎημίγυα. διαβάντες δὲ τὰν τριακοντάπεδον ἐμε- | |
τρίωμες ποτὶ τὸν ϝικατίδειον καὶ ἀπεμετρήσαμες τὸ δέκα- | |
τον τριℎημίγυον· τὰ δὲ τρίγυα οὐκ ἐξεποΐον καθὼς τὸ ἀρχαῖον | |
20 | ℎευρίσκομες γεγενημένα, ἀλλὰ πενθημίγυον μόνον κα- |
τελείπετο ἐκ τῶν δυῶν τριγύων, τὰν δὲ λοιπὰν γᾶν ϝιδίαν | |
τινὲς ἐπεποίηντο· ταύταν ἀπεκατεστάσαμες τᾶι Ἀθάναι | |
κὰτ τὰ ἀρχαῖα. ἀπὸ δὲ τῶ ϝικατιδείω τὰν ἐς ποταμὸν τὸν Ἄκιριν | |
γᾶν ποτιγενομέναν τὰν ἐμ μέσσωι τᾶς τε ℎεκατομπέδω | |
25 | καὶ τᾶς ℎηρακλείας ℎοδῶ, καὶ ταύταν πᾶσαν ϝιδίαν ἐπεποίηντό |
τινες· καὶ τοὶ μὲν ἐριξάντες ἀπέσταν, τοῖς δὲ ἐδικαξάμεθα δίκας | |
τριακοσταίας, καὶ ἀποκαταστασάντες τᾶι θεῶι κὰτ τὰ ἀρχαῖα ταύ- | |
ταν τὰν γᾶν κατεδασσάμεθα καὶ ὄρως ἐπάξαμες ἐφ’ ἑκάστας τᾶς | |
μερίδος καὶ ἐποιήσαμες πὰρ τὸ τριℎημίγυον τὸ δέκατον πρᾶτον τρί- | |
30 | γυον, ποτθέντες πὸτ τὸ πενθημίγυον ἀφ’ ἇς κατεσώιξαμες γᾶς ℎώσ- |
τ’ ἦμεν ἔκπλεον εὖρος τρίγυον, μᾶκος ἀπὸ τᾶς ℎεκατομπέδω ἄχρι πὸτ | |
τὰν ℎηρακλέαν ℎοδὸν ἂν τὼς ὄρως, καὶ ἐγένοντο σχοίνοι ℎεκατὸν τρι- | |
άκοντα ℎοκτώ, ὀρέγματα ℎοκτώ, ψιλᾶς μὲν ℎεκατὸν τριάκοντα τρῖς, ὀρέγματα ϝίκατι | |
ϝέξ, ποῦς, ἀμπέλων δὲ τετόρες σχοίνοι, ὀρέγματα δέκα ℎέν, πόδες | |
35 | τρῖς. ℎαύτα ℎα γᾶ ἐμισθώθη τὰν πράταν πενταℎετηρίδα διακοσίων |
ϝεξήκοντα ℎεννέα μεδίμνων, χοός, δυῶν χοινίκων· ἀπὸ δὲ τούτω τῶ | |
{τω} τριγύω ἐμετρήσαμες πὸτ τὸ ϝικατίδειον δεύτερον τρίγυον, εὖ- | |
ρος ἂν τὼς ὄρως, μᾶκος ἀπὸ τᾶς ℎεκατομπέδω ποτὶ τὰν ℎηρακλείαν | |
ℎοδόν, καὶ ἐγένοντο σχοίνοι ℎεκατὸν τριάκοντα ℎεννέα, ψιλᾶς μὲν ℎε- | |
40 | κατὸν ϝίκατι τρῖς σχοίνοι, ἀμπέλων δὲ δέκα ϝὲξ σχοίνοι. τοῦτο τὸ τρί- |
γυον ἐμισθώθη ϝεξακατίων ℎενενήκοντα πέντε μεδίμνων. | |
διαβάντες δὲ τὸν ϝικατίδειον ἐποιήσαμες πράταν μερίδα πὰρ ℎεκ[α]- | |
τόνπεδον, ἐν ℎᾶι ℎα ἀμπελωργικά, καὶ ἐτάμομες κοινὰν πόθοδον ἐκ τῶ | |
ϝικατιδείω πὸτ τὰν οἰκίαν ϝικατίπεδον καὶ ἀπὸ τᾶς οἰκίας πὰρ τὰς ἀμ- | |
45 | πέλως ἄχρι ἐς ποταμὸν ℎοκτάπεδον. καὶ ἐμετρίωμες ἀπὸ τῶ ϝικατιδείω |
τὸ πὸτ Ἄκιριν ἐπὶ τὰν διαστολὰν τὰν πλαγίαν τὰν ἀπὸ τᾶς ποθόδω τᾶς κοι- | |
νᾶς ἀγώσας ἐς τὰν ℎεκατόνπεδον, καὶ ἐγένοντο πεντήκοντα ℎεννέα σχοί- | |
νοι ℎημίσχοινον, ψιλᾶς μὲν πεντήκοντα μία, ὀρέγματα ℎεπτά, ἀμπέλων δ[ὲ] | |
ℎοκτὼ σχοίνοι, ὀρέγματα ℎοκτώ· ℎαύτα ἐμισθώθη τετρακατίων τεσσαρά[κον]- | |
50 | τα ϝὲξ μεδίμνων, καδδίχων τεσσάρων. δευτέρα μερίς, ἐν ℎᾶι ℎα οἰκία [ἐ]- |
στί, μᾶκος ἀπὸ τῶ ϝικατιδείω ἐπὶ τὰν τράφον τὰν πὰρ ποταμόν, εὖρος ἀπὸ τῶν ὄ- | |
ρων καὶ τᾶς ποθόδω τᾶς ℎοκταπέδω τᾶς ἐς ποταμὸν ἀγώσας ἐπὶ τὼς ὄρως, | |
καὶ ἐγένοντο ϝεξήκοντα τρεῖς σχοίνοι, ὀρέγματα δέκα δύο· ταύται τᾶι μερίδ[ι] | |
ποτεδασσάμεθα ἀμπέλων τὰν πράταν διαστολὰν τὰν πὰρ τὰν ℎεκατόνπε- | |
55 | δον, ℎοκτὼ σχοίνως, ὀρέγματα ϝείκατι ϝέξ, πόδας δύο, καὶ ἐγένετο ℎα πᾶσα μερὶς |
ℎεβδεμήκοντα δύο σχοίνοι, ὀρέγματα ℎοκτώ, πόδες δύο· ℎάυτα ἐμισθώθη ϝεξα- | |
κατίων τριάκοντα δυῶν μεδίμνων, χοός. τρίτα μερὶς μᾶκος ἀπὸ τῶ ϝεικατι- | |
δείω ἐπὶ τὰν τράφον τὰν πὰρ ποταμόν, εὖρος ἀπὸ τῶν ὄρων τῶν τᾶς δευτέρας | |
μερίδος ἐπὶ τὼς ὄρως, καὶ ἐγένοντο ψιλᾶς μὲν ϝεξήκοντα ϝὲξ σχοίνοι ℎημίσχοι- | |
60 | νον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν δευτέραν διαστολὰν ἀφ’ ἑκα- |
τονπέδω ℎεπτὰ σχοίνως, ὀρέγματα δέκα ℎεπτά, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ℎεβδε- | |
μήκοντα τετόρες σχοίνοι, ὀρέγματα δύο· ℎαύτα ἐμισθώθη ϝεξακατίων τριάκοντα | |
μεδίμνων, δυῶν καδδίχων, χοινίκων δυῶν. τετάρτα μερὶς μᾶκος ἀπὸ τῶ ϝι- | |
κατιδείω ἐπὶ τὰν τράφον τὰν πὰρ ποταμόν, εὖρος ἀπὸ τῶν ὄρων τῶν τᾶς τρί- | |
65 | τας μερίδος ἐπὶ τὼς ὄρως καὶ ἐπὶ τὸν ἄντομον τὸν διατάμνοντα τὼς χώρως, τὸν |
ἐτάμομες ἐκ τῶ ϝικατιδείω ἐς ποταμὸν κοινὸν πᾶσι χρῆσθαι τοῖς τὼς ℎιαρὼς χώ- | |
ρως μεμισθωμένοις, καὶ ἐγένοντο ψιλᾶς μὲν ϝεξήκοντα ℎοκτὼ σχοίνοι, ὀρέγμα- | |
τα δέκα τρία· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τρίταν διαστολὰν | |
ἀφ’ ἑκατομπέδω τὰν ποτικλαίγωσαν πὸτ τὰν πόθοδον τὰν ℎοκτάπεδον δέκα πέντε | |
70 | σχοίνως, ὀρέγματα ℎεπτά, <καὶ> ἐγένετο ℎα πᾶσα μερὶς ℎογδοήκοντα τρεῖς σχοίνοι, ὀρέγμα- |
τα ϝείκατι· ℎαύτα ἐμισθώθη ϝεξακατίων τριάκοντα μεδίμνων. ἀπὸ δὲ τῶ | |
ἀντόμω τῶ διατάμνοντος τὼς χώρως τῶ ἐς ποταμὸν ἄγοντος τῶ ϝι- | |
κατιπέδω ἐμετρίωμες μᾶκος μὲν ἐπὶ τὰν ℎηρακλείαν, εὖρος δὲ ἀπὸ | |
τῶ ϝικατιδείω ἐπὶ τὼς ὄρως vacat τὼς πράτως, καὶ κατελίπομες | |
75 | πόθοδον ἐκ τῶ ϝεικατιδείω ποτὶ τὰν οἰκίαν ϝεικατίπεδον, καὶ ἐγένετο |
ℎα μερὶς ℎαύτα ψιλᾶς ϝεξήκοντα δύο σχοίνοι· ταύται τᾶι μερίδι ποτεδασ- | |
σάμεθα ἀμπέλων τὰν πράταν στάσιν τὰν πὸτ τὸν ϝικατίδειον ϝὲξ σχοί- | |
νως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ϝεξήκοντα ℎοκτὼ σχοίνοι ℎημί- | |
σχοινον· ℎαύτα ἐμισθώθη ℎοκτακατίων πεντήκοντα ϝὲξ μεδίμνων, καδδί- | |
80 | χων τετόρων. δευτέρα μερὶς ἀπὸ τῶ ϝικατιδείω, ἐν ℎᾶι ℎα οἰκία ἐστί, |
ἀπὸ τῶ ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος μᾶκος ἐπὶ τὰν ℎηρακλείαν, εὖ- | |
ρος ἀπὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς πεντήκοντα ℎεννέα | |
σχοίνοι ℎημίσχοινον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων | |
τὰν δευτέραν στάσιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐ- | |
85 | γένετο ℎα πᾶσα μερὶς ϝεξήκοντα ϝὲξ σχοίνοι· ℎαύτα ἐμισθώθη τετρα- |
κατίων πεντήκοντα ℎοκτὼ μεδίμνων, καδδίχων δέκα τετόρων, δυ- | |
ῶν χοινίκων. τρίτα μερὶς ἀπὸ τῶ ϝικατιδείω πὸτ τὰς ἀμπέλως ἀπὸ τῶ | |
ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος μᾶκος ἐπὶ τὰν ℎηρακλείαν, εὖρος ἀ- | |
πὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς ϝεξήκοντα τρῖς σχοίνοι ℎη- | |
90 | μίσχοινον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τρίταν |
στάσιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα με- | |
ρὶς ℎεβδεμήκοντα σχοίνοι· ℎαύτα ἐμισθώθη τριακατίων ϝὲξ μεδίμνων καδ- | |
δίχων τετόρων. τετάρτα μερὶς ἀπὸ ϝικατιδείω μᾶκος μὲν ἀπὸ τῶ ἀντόμω | |
τῶ ἐς ποταμὸν ἄγοντος ποτὶ τὰν πόθοδον τὰν πὰρ τὰς ἀμπέλως ἄγωσαν, | |
95 | εὖρος ἀπὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς τετρώκοντα ℎοκτὼ |
σχοίνοι· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τετάρταν στά- | |
σιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα μερὶς πεν- | |
τήκοντα τετόρες σχοίνοι ℎημίσχοινον· ℎαύτα ἐμισθώθη διακατίων τριάκον- | |
τα πέντε μεδίμνων, καδδίχων δέκα πέντε. vac. πέμπτα μερὶς ἀπὸ ϝικατι- | |
100 | δείω μᾶκος ἀπὸ τῶ ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος ποτὶ τὰν πόθοδον τὰν |
πὰρ τὰς ἀμπέλως ἄγωσαν, εὖρος ἀπὸ τῶν ὄρων ἐπὶ τὰν νᾶσον, καὶ ἐγέ- | |
νετο ψιλᾶς ϝεξήκοντα τετόρες σχοίνοι· ταύται τᾶι μερίδι ποτεδασ- | |
σάμεθα ἀμπέλων τὰν πέμπταν στάσιν ἀπὸ ϝικατιδείω ℎεπτὰ σχοί- | |
νως, ὀρέγματα δέκα ℎεπτά, πόδας δύο, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ℎεβδε- | |
105 | μήκοντα μία σχοίνοι, ὀρέγματα <δέκα> ℎεπτά, πόδες δύο· ℎαύτα ἐμισθώθη πεντα- |
κατίων ℎογδοήκοντα μεδίμνων, καδδίχων δέκα πέντε. ϝέκτα μερὶς | |
τὸ ἔγγωνον τὸ πὰρ τὰς ἀμπέλως τὸ ποτικλαῖγον πὸτ τὰν ℎηρακλείαν κα[ὶ] | |
πὸτ τὸν ποταμόν, καὶ ἐγένετο ψιλᾶς τριάκοντα σχοίνοι· ταύται <τᾶι> μερίδι πο- | |
τεδασσάμεθα ἀμπέλων ℎοκτὼ σχοίνως ℎημίσχοινον τὰς ἐχομένας τῶ | |
110 | χωρί[ω, καὶ ἐγέν]ετο ℎ̣[α] πᾶσα μερὶς τριάκοντα ℎοκτὼ σχοίνοι ℎημίσχοινο[ν]. |
[ℎαύτα ἐμισθώθη — — — — — — — — — — — — — ℎε]ν̣ὸς με[δίμνων —]․Σ̣․․[—] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |