[ ] Italia (Magna Graecia) — Petelia (Strongoli), area of — late 4th/3rd c. BC
1 εὑρήσσεις δ’ Ἀίδαο δόμων ἐπ’ ἀριστερὰ κρήν-
ην, / πὰρ δ’ αὐτῆι λευκὴν ἑστηκυῖαν κυπάρισσον· /
ταύτης τῆς κρήνης μηδὲ σχεδὸν ἐμπελάσειας. /
εὑρήσεις δ’ ἑτέραν, τῆς Μνημοσύνης ἀπὸ λίμνης /
5 ψυχρὸν ὕδωρ προρέον· φύλακες δ’ ἐπίπροσθεν ἔασιν. /
εἰπεῖν· “γῆς παῖς εἰμι καὶ οὐρανοῦ ἀστερόεντος, / αὐτὰρ ἐμ-
οὶ γένος οὐράνιον· τόδε δ’ ἴστε καὶ αὐτοί· / δίψηι δ’ εἰμὶ αὔ-
η καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ αἶψα / ψυχρὸν ὕδωρ προρέ-
ον τῆς Μνημοσύνης ἀπὸ λίμνης.” / καὐτ̣[οί σ]<ο>ι δώσουσι
10 πιεῖν θείης ἀπ[ὸ κρή]ν̣ης, / καὶ τότ’ ἔπειτ’ ἄ[λλοισι μεθ’] ἡρώε-
σσιν ἀνάξει[ς. | — — — — —]ίης τόδε #⁷[— — — — — — — — —]
θανεῖ<σ>θ[αι — — — — — — —] τόδ’ ἔγραψ̣[ε — — — — — — —]
r. margin (upw.).13 [— — —]ΤΟΓΛΩΣ․ΠΑ[—] σκότος ἀμφικαλύψας.
Search Help
Contact Us