[ ]
Italia (Magna Graecia) — Rhegion (Reggio Calabria) — 1st c. BC?
See also:
1 | ἐπὶ πρυτάνιος ∙ Νικάνδρου τοῦ Νικοδάμου, βουλᾶς προστατέοντος Σωσιπόλιος τοῦ Δαματρίου Χιω(—)? Ἱππίου δυοδεκάται ἔδοξε τᾶι ἁλίᾳ |
καθάπερ τᾶι ἐσκλήτωι καὶ τᾶι βουλᾶι· ἐπεὶ ὁ στραταγὸς τῶν Ῥωμαίων Γναῖος Αὐφίδιος Τίτου υἱὸς εὔνους ὑπάρχει τᾶι ἁμᾷ πόλει, ἄξιος φαινόμενος | |
τᾶς αὑτοῦ καλοκἀγαθίας, δεδόχθαι Γναῖον Αὐφίδιον Τίτου υἱὸν στραταγὸν Ῥωμαίων στεφανῶσαι ἐν τῷ ἀγῶνι τοῖς πρώτοις Ἀθανίοις ἐλαίας <σ>τεφά- | |
νῳ καὶ πρόξενον καὶ εὐεργέταν ποιῆσαι τοῦ δάμ<ο>υ τῶν Ῥηγίνων καὶ ἐγγόνους αὐτοῦ εὐνοίας ἕνεκεν ἇς ἔχων διατελεῖ εἰς τὸν δᾶμον τῶν Ῥηγί- | |
5 | νων· τὰν δὲ βουλὰν τὸ ἁλίασμα κολαψαμέναν εἰς χαλκώματα δισσὰ τὸ μὲν ἀναθέμειν εἰς τὸ βουλευτήριον, τὸ δὲ ἀποστεῖλαι Γναίῳ Αὐφιδίῳ. |