[ ] Sikelia — Katane (Catania) — Christian — Agnello, Silloge 47
1               Βονιφα(τίου) 𐆠 μνημῖον.
ἡ τῶν πολ(λ)ῶν θλίψεων ὑπωμονὴ ἐλπίδα
σωτηρίας κατεργάζετε· πᾶσιν οὖν ἡμῖν τοῖς πο-
θοῦσιν ζωῆς αἰωνίου τυχῖν προσκίσθω καὶ ἡ τῆς
5 ὑπομονῆς πρᾶξις, δι’ ἧς κ(αὶ) πολλοὶ ζωῆς οὐρανίου ἔτυχον·
ὅθεν κἀ<γ>ὼ ὁ πάμπαν ἁμαρτωλὸς ηὐξάμην τοῦ βίου
τούτου τὴν παροικίαν <τ>ά<χ>ιον? ἐκφυγῖν κ(αί) γε εὐξά-
μενος τούτου ἔτυχον μ<ετ>ὰ τὴν ἐκ τοῦ βίου ἐπὶ τὴν
δικαιωσύνην μεταβολήν· ἀπ̣ὸ παντὸς τοίνυν τοῦ
10 ἀνεσθήτου βίου ἡ <κ>οίμα<σις> δοθήτω μετὰ τῆς ἐν Χρ(ιστ)ῷ
συνδούλης μου κ(αὶ) τῆ̣ς <γ>λυ<κυ>τάτης μου μητρός. 𐆠
Search Help
Contact Us