col. I.1 | [— — — — — — — — — — — — — — — — — — —] τὸν ὑπὸ κα- |
[— — — — — — — — — — — — — — κα]τὰ τοῦ ὁρίου ἐς τὸν πο- | |
[ταμὸν — — — — — — — καὶ κατ]ὰ τοῦ ποταμοῦ ἕστε ποτὶ | |
[τὸν ῥοίσκον τὸν ὁρίζοντ]α τὸν ∙ βʹ ∙ κλᾶρον καὶ ἂν τοῦ ῥο- | |
5 | [ίσκου ἐς τὰν ὁδὸν τ]ὰν ἐπὶ τὰν Ἰπύρραν, αἱ ἐλαῖαι αἱ ἐ- |
[πιγεγραμμέναι] αὗται ἀκολουθέοντι τῷ κλάρῳ τούτῳ. | |
[τὸ — — — — — —] τὸ ὑπὸ τὸν ὀχετὸν ἄχρι ποτὶ τὰν κράναν | |
[τὰν Ἰπύ]ρ̣ραν οὐκ ἐργαξεῖται καὶ περίστασιν ἀφησεῖτα[ι] | |
πό(δας) οʹ παντᾷ, τὰ δὲ δένδρεα καρπεύσε<τ>[αι]. | |
10 | [εʹ] ἀπὸ τοῦ τέ(ρμονος) τοῦ ποτὶ τᾷ κράνᾳ τᾷ Ἰπύρρᾳ κατὰ τᾶς ὁδοῦ ἐς |
τὰν ἐλαίαν τὰν κολοβάν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ | |
τέ(ρμων), καὶ τᾷ ὁδῷ ἐς τὸν ποταμὸν καὶ κατὰ τοῦ ποταμοῦ ἐς | |
τὸ ὅριον τοῦ ∙ δʹ ∙ κλάρου καὶ ὡς τὰ ὅρια τοῦ ∶ δʹ ∙ κλάρου, αἱ ἐλαῖ- | |
αι αὗται αἱ ἐπιγεγραμμέναι ἕπονται τῷ κλάρῳ τούτῳ. | |
15 | ϛʹ ἀπὸ τᾶς ὁδοῦ τᾶς Ξενίδος κατὰ τᾶς ὁδοῦ τᾶς παρὰ τὸ |
Μειλιχιεῖον ἐς τὸν ῥοίσκον καὶ κατὰ τοῦ ῥοίσκου ἐς | |
τὰν συμβολὰν τοῦ ῥοίσκου καὶ ἂν τοῦ ῥοίσκου ἐς τὰν | |
ὁδὸν τὰν Ξενίδα, ἀκολουθεῖ τῷ κλάρῳ τούτῳ τὸ ὕ- | |
δωρ τὸ ἐκ τᾶς κράννας καὶ τοῦ βαλανείου τὸ ἀπορρέον | |
20 | <ζʹ> ἀπὸ τοῦ ὁρίου τοῦ ∙ <ϛʹ> ∙ κλάρου κατὰ τᾶς ὁδοῦ τᾶς ἀγούσας |
ἐπὶ τὸ Τάπανον ἐς τὰν σκαφιὰν τὰν παρὰ τὰν Θεματεῖ- | |
τιν καὶ ὡς αἱ σκαφιαὶ παρὰ τὰν ἅλον ἐς τὰν ἐλαίαν, ἐν ᾇ | |
τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὸν ῥοίσκον καὶ ἂν τοῦ | |
ῥοίσκου ἐς τὰν ὁδὸν τὰν ἐπὶ τὸ Τάπανον, αἱ ἐλαῖαι αἱ | |
25 | ἐπιγεγραμμέναι αὗται ἕπονται τῷ κλάρῳ τούτῳ. |
ηʹ ἀπὸ τᾶς σκαφιᾶς τᾶς παρὰ τὰν Θεματεῖτιν ἐς τὸ ῥο- | |
είδιον καὶ κατὰ τοῦ ῥοειδίου ἐς τὸν ἀγριέλαιον, ἐν ᾧ τέ(ρμων), | |
καὶ ἐπίστρεμμα ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαί- | |
αν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν | |
30 | ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὸν πέτρον, ἐν ᾧ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ |
τέ(ρμων), καὶ ἐς τὰν σκαφιὰν καὶ ἐς τὸν τέ(ρμωνα) τὸν ποτὶ τᾷ Ἰπύρρᾳ καὶ | |
κατὰ τᾶς ὁδοῦ ἕστε ποτὶ τὸν ῥοίσκον καὶ ἂν τοῦ ῥοίσκου | |
ἕστε ποτὶ τὰν ἐλαίαν τὰν ἐπιγεγραμμέναν, καὶ ὡς τὰ ὅρια | |
τοῦ ∙ ζʹ ∙ κλάρου, αἱ ἐλαῖαι αἱ ἐπιγεγραμμέναι αὗται ἕπον- | |
35 | ται τῷ κλάρῳ τούτῳ. |
θʹ ἀπὸ τοῦ ἀγριελαίου, ἐν ᾧ τέ(ρμων), καὶ κατὰ τοῦ ῥοειδίου ἐς τὰν ἐλαίαν, | |
ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν <τὰν> ἐπι- | |
γεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ὡς αἱ σκαφιαὶ <αἱ> παρὰ τοὺς πασσάλους | |
καὶ κάτω ὡς αἱ σκαφιαὶ καὶ οἱ πάσσαλοι ἄχρι ἐς τὰν σκανάν, | |
40 | καὶ ἐκ τᾶς σκανᾶς ἂν τοῦ τοίχου καὶ ὡς <ὁ> τοῖχος ἐς |
τὰν σκαφιὰν καὶ ὡς αἱ σκαφιαὶ ἐς τὸν τέ(ρμονα) τὸν ὑπὲρ τᾶς ὁ- | |
δοῦ καὶ ἂν τᾶς ὁδοῦ ἐς τὸν τέ(ρμονα) τὸν ποτὶ τᾷ Ἰπύρρᾳ καὶ ὡς | |
τὰ ὅρια τοῦ ∙ ηʹ ∙ κλάρου· ἁ σκανὰ κοινὰ ποτὶ τὸν μισθωσά- | |
μενον τὸν ∙ ιʹ ∙ κλᾶρον· αἱ ἐλαῖαι αἱ ἐπιγεγραμμέναι | |
45 | αὗται ἕπονται τῷ κλάρῳ τούτῳ. |
ιʹ ἀπὸ τᾶς σκανᾶς κάτω ὡς αἱ σκαφιαὶ καὶ οἱ πάσσαλοι | |
ἐς τὸν τοῖχον καὶ ὡς ὁ τοῖχος ἐς τὰν σκαφιὰν καὶ ὡς | |
αἱ σκαφιαὶ ἐς τὸν ποταμὸν καὶ κατὰ τοῦ ποταμοῦ ἕσ- | |
τε ποτὶ τὰν ὁδὸν τὰν ὁρίζουσαν τὸν ∙ ζʹ ∙ κλᾶρον καὶ | |
50 | ὡς τὰ ὅρια τοῦ ∙ ζʹ ∙ καὶ ∙ θʹ ∙ κλάρου. |
αιʹ ἀπὸ τοῦ ὁρίου τοῦ ∙ θʹ ∙ κλάρου κατὰ τᾶς ὁδοῦ τᾶς ἐπὶ τὸ Τά- | |
πανον ἐς τὰν γωνίαν τὰν ἀνωτάταν τοῦ περιτειχίσματος | |
τοῦ Ταπάνου καὶ ἐκ τοῦ Ταπάνου κατὰ τᾶς ποθόδου τᾶς ἐς τὸ | |
Ἀδρανιεῖον ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰς σιδέας καὶ | |
55 | ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ὡς αἱ σκαφιαὶ <αἱ> ὑπὸ τὸν τέρμονα |
ἐς τὸ ῥοείδιον καὶ ἂν τοῦ ῥοειδίου ἐς τὰν σκαφιὰν τὰν παρὰ | |
τὰν Θεματεῖτιν καὶ ἐς τὰν ὁδὸν τὰν ἄγουσαν ἐπὶ τὸ Τάπανον, | |
αἱ ἐλαῖαι αἱ ἐπιγεγραμμέναι αὗται ἕπονται τῷ κλάρῳ τούτῳ. | |
βιʹ ἀπὸ τοῦ Ταπάνου κατὰ τᾶς ὁδοῦ ἕστε ποτὶ τὸ ῥοείδιον καὶ κατὰ | |
60 | τοῦ ῥοειδίου ἕστε ποτὶ τὸν πάσσαλον τὸν παρὰ τὸ ῥοείδιον καὶ |
ὡς οἱ πάσσαλοι ἕστε ποτὶ τὸ ὅριον τοῦ ∙ αιʹ ∙ κλάρου καὶ ὡς τὰ ὅρια | |
τοῦ ∙ αιʹ ∙ κλάρου· παρεξεῖ πόθοδον ἑξάπεδον ποτὶ τὸ Ἀδρανιεῖ- | |
ον καὶ ∙ κʹ ∙ πό(δας) ἀποστασεῖ ἀπὸ τοῦ ναοῦ παντᾷ. | |
γιʹ ἀπὸ τᾶς σκαφιᾶς τὰς παρὰ τὸν Ὀπικανὸν κατὰ τοῦ Ὀπικανοῦ | |
65 | ἐς τὸν ποταμὸν καὶ κατὰ τοῦ ποταμοῦ ἕστε κατὰ τὸν τέ(ρμονα) τὸν |
ἐν τῷ κλάρῳ(?) καὶ ἂν τῶν τε(ρμόνων) ἐς τὸν τέ(ρμονα) τὸν ποτὶ τᾷ συκέᾳ τὸν ὑπὸ | |
τὰν ὁδὸν καὶ ὡς ἁ ὁδὸς ἕστε ποτὶ τὸ ὅριον τοῦ ∙ γιʹ ∙ κλάρου τοῦ με- | |
γάλου δρυμοῦ καὶ ὡς τὸ ὅριον τοῦ ∙ γιʹ ∙ κλάρου τοῦ μεγάλου δρυμοῦ. | |
ἐλαιοκόμιον δίκλαρον | |
70 | περίστασις τῷ ἐλαιοκομίῳ εἴ τίς ἐστι ἱερά, ἕπεται· οὐ ποιησοῦν- |
τι δὲ βυρσοδέψιον οὐδὲ μαγειρικὸν οἱ μισθωσάμενοι τὸ ἐλαιοκόμιον. | |
col. II.1 | [— — — — — — — — — — — — — — — — — — — — — — — —]ου κα[ὶ] |
[— — — — — — — — — — — — — — — — — — — — — —]ν τὰν ὑπὸ τὸ | |
[— — — — — — — — — — — — — — — — — — — —] ἐς τὸν τέρμονα | |
[— — — — — — — — — — — — — — — τὸ ὅρ]ιον τοῦ ∙ θʹ ∙ κλάρου καὶ | |
5 | [— — — — — — — — — — — —ου τ]οῦ κατὰ τοῦ ῥόου τοῦ Ὀπικανοῦ |
[— — — — — — — — — — — — — κ]αὶ ἐς τὸν τέ(ρμονα) καὶ ἐς τὰν σκαφιὰν τὰν | |
[παρὰ — — — — — — — κ]αὶ ὡς ὁ τέρμων καὶ αἱ σκαφιαὶ ἐς τὰν ἐλαί- | |
[αν, ἐν ᾇ τέ(ρμων), καὶ] ἐς τὸ ὅριον τοῦ ∙ ιʹ ∙ κλάρου καὶ ἄν τοῦ ὁρίου τοῦ ∙ ιʹ ∙ [κλά]- | |
<ρ>ου ἕστε ποτὶ τὸ ὅριον τοῦ Πικάττου καὶ ὡς τὰ ὅρια τοῦ | |
10 | Πικάττου, τούτῳ τῷ κλάρῳ ἕπονται αἱ ἐλαῖαι αἱ ἐπι- |
γεγραμμέναι αὗται. | |
βιʹ ἀπὸ τοῦ τέρμονος τοῦ ὑπὸ τὰν Ἀσπίδα ἐς τὸν πλάτα- | |
μον, εἷ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν σκαφιὰν | |
καὶ ὡς αἱ σκαφιαὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ὁδὸν | |
15 | τὰν ἀπὸ <τοῦ> Ταπάνου καὶ ἂν τᾶς ὁδοῦ ἕστε ποτὶ τὸ ὅριον |
τοῦ ∙ ζʹ ∙ κλάρου καὶ ὡς τὰ ὅρια τοῦ ∙ ζʹ ∙ κλάρου ἐς τὸν τέρμο- | |
να καὶ ὡς ὁ τέρμων ἄχρι κατὰ τὸν πλάταμον, τούτῳ | |
τῷ κλάρῳ ἕπονται αἱ ἐλαῖαι αὗται αἱ ἐπιγεγραμμέναι. | |
γιʹ ἀπὸ τοῦ ὁρίου τοῦ ∙ αιʹ ∙ κλάρου κατὰ τοῦ Ὀπικανοῦ ἐς τὰν σκαφιὰν | |
20 | τὰν παρὰ τὸν Ὀπικανὸν καὶ ὡς αἱ σκαφιαὶ αἱ ὑπὸ τὸν τέρμονα |
ἐς τὰν ὁδὸν τὰν ἄγουσαν ἐπὶ τὸ Τάπανον καὶ ἂν τᾶς ὁδοῦ | |
ἕστε ποτὶ τὸ ὅριον τοῦ ∙ βιʹ ∙ κλάρου καὶ ὡς τὰ ὅρια τοῦ ∙ βιʹ ∙ κλάρου. | |
τοῖς παρὰ τὸν ῥοῦν τὸν Ἄλαισον δαιθμοὺς <ζ>. | |
αʹ ἀπὸ τοῦ ῥόου τοῦ Ἀλαίσου ἐς τὸν τέ(ρμονα) τὸν ἐν τῷ πέτρῳ τὸν παρὰ τὰς | |
25 | πυάλους καὶ ἂν τοῦ ῥάχα ἐς τὸν πέτρον, ἐν ᾧ τέ(ρμων), καὶ ἐς τὰν ὁδὸν καὶ |
ἂν τᾶς ὁδοῦ ἐς τὸν ῥοίσκον καὶ ἂν τοῦ ῥοίσκου ἐς τὰν σκαφιὰν | |
τὰν ὑπὸ τῷ τέρμονι καὶ ὡς ὁ τέρμων ὁ ὑπὲρ τᾶς σκαφιᾶς ἕσ- | |
τε ποτὶ τὰν ἅλον καὶ ὑπὲρ τᾶς ἅλου ὡς ὁ τέρμων ὑπὲρ τὰν | |
σκαφιὰν καὶ ἐς τὰν σκαφιὰν τὰν παρὰ τὰν ἐλαίαν καὶ ὑ- | |
30 | πὲρ τᾶς ἐλαίας ὡς ὁ τρίβος καὶ αἱ σκαφιαὶ ἐς τὰν ἐλαίαν |
τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ἐκ τᾶς ἐλαίας ὡς ὁ τέρμων | |
ὑπὲρ τὰν ἐλαίαν ἐς τὰν σκαφιὰν καὶ ἄνω ἐς τὰς ῥάμνους | |
καὶ ὡς αἱ ῥάμνοι περὶ τὸν τέρμονα καὶ ἐς τὰν σκαφιὰν | |
καὶ ἄνω ἐς τὸν τέ(ρμονα) τὸν ἐν τῷ λίθῳ καὶ ὡς ὁ τέρμων ὑπὸ | |
35 | τὰν ἅλον καὶ ἐς τὸν τέ(ρμονα) τὸν ἐν τῷ πύργῳ καὶ ὑπὸ τὸν πύρ- |
γον ἐς τὸν ῥοίσκον τὸν ὑπὸ τὰν ῥῖνα τὰν ἐν τῷ πύργῳ, εἷ | |
τέ(ρμων), καὶ κατὰ τοῦ ῥοίσκου ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν τοῦ | |
Ἀλαίσου ἐς τὰν ἀρχὰν τᾶς περιωρεσίας· ἐν τούτῳ Ἀγρίου. | |
βʹ ἀπὸ τᾶς ῥινὸς τᾶς ἐν τῷ πύργω, εἷ τέ(ρμων), ὑπὸ τὸν πύργον ἕστε | |
40 | ποτὶ τὸν τέ(ρμονα) τὸν ἐν τῷ πύργῳ καὶ ἀπὸ τοῦ τέ(ρμονος) κάτω ὡς αἱ σκαφι- |
αὶ ἐς τὰν ἀχράδα τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ὡς αἱ σκα- | |
φιαὶ ἐς τὰν ἐλαίαν τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ἐς τὰν | |
συκέαν τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ὡς {τ} αἱ σκαφιαὶ ἕστε πο- | |
τὶ τὸν τέρμονα καὶ ὡς ὁ τέρμων ἐς τὸν ῥοίσκον καὶ κατὰ τοῦ | |
45 | ῥοίσκου ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν τοῦ Ἀλαίσου ποτὶ τὸ |
ὅριον τοῦ ∙ αʹ ∙ κλάρου· ἐν τούτῳ Ἐλαφέος. | |
γʹ ἀπὸ τοῦ τέ(ρμονος) τοῦ ἐν τῷ πύργῳ τοῦ ὁρίζοντος τὸν ∙ βʹ ∙ κλᾶρον ἕστε | |
ποτὶ τὸν ῥοίσκον τὸν ἐκ τοῦ διαπαύματος ῥέοντα καὶ κα- | |
τὰ τοῦ ῥοίσκου ἐς τὰν συμβολὰν τοῦ ῥοειδίου καὶ ἂν τοῦ ῥο- | |
50 | ειδίου ἐς τὸν τέρμονα καὶ ὡς τὰ ὅρια τοῦ ∙ βʹ ∙ κλάρου· |
ἐν τούτῳ Ἐλαφέος. | |
δʹ ἀπὸ τοῦ ῥοίσκου τοῦ ἐκ τοῦ διαπαύματος ὑπὸ τὸν πύργον | |
ἕστε ποτὶ τὸν ῥοίσκον τὸν ῥέοντα ἐκ τᾶς ῥινὸς τᾶς κα- | |
τὰ τὸ ἱερόν, εἷ τὰ χάλκια, κατὰ τὸ μαγειρικὸν καὶ κατὰ | |
55 | τοῦ ῥοίσκου ἕστε ποτὶ τὸν τέρμονα, εἷ σκαφιά, καὶ ὡς ὁ |
τέρμων ἄχρι ποτὶ τὸν ῥοίσκον τὸν ῥέοντα ἐκ τοῦ διαπαύ- | |
ματος τὸν ὁρίζοντα τὸν ∙ γʹ ∙ κλᾶρον. | |
εʹ ἀπὸ τοῦ τέρμονος, εἷ ἁ σκαφιά, κατὰ τοῦ ῥοίσκου ἐς τὰν | |
σκαφιὰν καὶ ὡς αἱ σκαφιαὶ ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν | |
60 | τοῦ Ἀλαίσου ἕστε ἐς τὸν ῥοίσκον τὸν ὁρίζοντα τὸν ∙ βʹ ∙ κλᾶ- |
ρον καὶ ἂν τοῦ ῥοίσκου ἕστε ἐς τὸν τέρμονα τὸν ὁρίζον- | |
τα τὸν ∙ δʹ ∙ κλᾶρον. | |
ϛʹ ἀπὸ τᾶς ῥινὸς τᾶς κατὰ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τᾶς κα- | |
τὰ τὰ χάλκια τὰ ποτὶ τῷ μαγειρικῷ ὑπὸ τὸν πύργον ἕσ- | |
65 | τε ποτὶ τὰν ῥεῖνα τὰν πελαστάταν ποτὶ τὸ τυρρίδι- |
ον καὶ κατὰ τοῦ ῥάχα ὡς αἱ σκαφιαὶ ἐς τὰν ἅλον καὶ ἐς | |
τὸν τέ(ρμονα) καὶ κάτω ὡς αἱ σκαφιαὶ ἐς τὸν τέρμονα καὶ ὡς ὁ | |
τέρμων καὶ αἱ σκαφιαὶ ἐς τὸν ∙ βʹ ∙ ῥοίσκον καὶ κατὰ τοῦ ῥοί- | |
σκου ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν τοῦ Ἀλαίσου ἐς τὸ | |
70 | ὅριον τοῦ ∙ εʹ ∙ κλάρου. |
ζʹ ἀπὸ τοῦ πύργου κατὰ τοῦ βαθέος ῥόου ἐς τὸν ῥοῦν τὸν Ἄλαι- | |
σον καὶ ἂν τοῦ Ἀλαίσου ἄχρι ποτὶ τὸν ∙ αʹ ∙ ῥοίσκον καὶ ἂν τοῦ | |
ῥοίσκου ἄχρι ποτὶ τὸν πύργον· ἐν τούτῳ Ἡρακλείδα Ἀπολ- | |
λωνίου καὶ Φιλοξένου Μενίσκου. | |
75 | Σκυρεώνοις δαιθμοὺς ∙ Ι̣Ι̣#⁷ |
αʹ ἀπὸ τᾶς ῥεινὸς καθὼς ὁ πύργος ἄχρι ποτὶ τὰν ῥεῖνα τὰν ἐ- | |
χομέν<α>ν τοῦ ∙ βʹ ∙ τυρριδίου καὶ ἀπὸ τᾶς ῥεινὸς κατὰ τοῦ ῥοει- | |
δίου ἄχρι ποτὶ τὸν τέρμονα καὶ ὡς ὁ τέρμων <ὁ> ὑπὲρ τᾶς ἅ- | |
λου καὶ ἂν τοῦ ῥάχα ὡς αἱ σκαφιαὶ ἐς τὰν ῥεῖνα· ἐν τούτῳ | |
80 | Ἱστιείου Θέστωνος καὶ Πελαγίου. |
βʹ ἀπὸ τοῦ τέρμονος κατὰ τοῦ ῥοίσκου ἕστε ποτὶ τὸν τέρμονα, | |
εἷ σκαφιά, καὶ τῷ τέρμονι(?) ἕστε ποτὶ τὸ ῥοείδιον τὸ ῥέον ἀ- | |
νὰ μέσον τῶν γαεώνων καὶ ἂν τοῦ ῥοειδίου ἕστε ποτὶ | |
τὸν τέρμονα καὶ ὡς ὁ τέρμ<ω>ν ἐς τὸ ῥοείδιον. | |
85 | γʹ ἀπὸ τοῦ τέρμονος κατὰ τοῦ ῥοειδίου τοῦ ἀνὰ μέσον τῶν γα- |
εώνων ἕστε ποτὶ τὸν τέρμονα, εἷ σκαφιά, καὶ ὡς ὁ τέρμων | |
καὶ αἱ σκαφιαὶ ἂν τοῦ ῥάχα ἐς τὸν τέ(ρμονα) καὶ ὑπὲρ τᾶς ἅλου καὶ ἐς | |
τὸν τέρμονα καὶ ὡς ὁ τέρμων ἄχρι ποτὶ τὸν ῥοίσκον. |
IG XIV
352