[ ]
Sikelia — Phintias (Licata), area of — undated — REG 48 (1935) 371-392
1 | ἐπὶ ἱεραπόλου Ἀριστίωνος |
τοῦ Ἱστα̣τ̣ίου {²⁷Ἱστα̣γ̣ίου?}²⁷, κατενιαυσίου | |
Σώσιος̣ τ̣οῦ̣ Ν̣υμφοδώρου | |
βουλᾶς ἁλίασμα τᾶ<ς> {²⁷ἁλιάσματα (Feyel)}²⁷ δευτέρας ἑξαμή- | |
5 | νου, Καρνείου τριακάδι, προστάτας |
Ἱπποκλῆς Ἱπποκλέος, στεφάνου | |
γυμνασιάρχῳ, ἔδοξε τᾷ ἁλίαι | |
καθὰ κα[ὶ τ]ᾶι βουλᾶι· ἐπειδὴ ὁ αἱρη- | |
μένος γυμνασίαρχος ἐς τὸν σᾶ̣τες | |
10 | ἐνιαυτὸν Ἡρακλείδας Ζωπύρου |
ἐπιμέλειαν πεποίηται τῶν τε | |
ἐφήβων καὶ νεωτέρων καὶ τῶν | |
ἄλλων τῶν ἀποδυομένων εἰς τὸ | |
γυμνάσιον, τά τε ἄλλα τὰ κατὰ τὸ | |
15 | γυμνάσιον καλῶς διαπεπραγμέ- |
νος ἐστί, ἄξια πράσσων αὑτοῦ τε | |
καὶ τᾶς τῶν προγόνων ἀρετᾶς, | |
καλῶς οὖν ἔχο̣ν ἐστὶ στε- | |
φανῶσαι ἐν τᾶι ἁλίαι τὸν γυ- | |
20 | μνασίαρχον Ἡρακλείδαν Ζω- |
πύρου ἐλαίου στεφάνωι ἐπιμε- | |
λε̣ί̣α̣ς ἕνεκεν καὶ φιλοπονίας | |
τᾶ̣ς̣ κατὰ τὸ γυμνάσιον· τὸ δὲ | |
δόγμα τόδε, κολαφθὲν εἰς στά- | |
25 | λαν, ἀναθέμειν εἰς τὸ γυμνά- |
σιον. εἰς δὲ τὰν κατασκευὰν | |
τᾶς στάλ̣ας ἐξ̣οδιά̣ξ̣αι τ̣ὸ τρι- | |
α̣κον̣τάμερο<ν>, καθά κα [ἁ] βουλ̣ὰ | |
καταν<α>γραφήσηι. | |
30 | ὁ δᾶμος τῶν Γελώιων ἐπαινεῖ |
καὶ στεφανῶι τὸν γυμνασίαρχον | |
Ἡρακλείδαν Ζωπύρου ἐλαίου στε- | |
φάνωι ἐπιμελίας ἕνεκεν καὶ φι- | |
λοπονίας τᾶς κατὰ τὸ γυμνά- | |
35 | σιον. |
ἐφήβοι οἱ στεφανωθέντες· | |
Ἀσκλαπιάδας Ἀσκλαπιάδα, | |
Ἀρτέμων Εὐθύμου, | |
Ἄνταλλος Ἀντάλλου, | |
40 | Πολύξενος Ἀγαθάρχου, |
Πρώταρχος Πρω<τ>άρχου, | |
Γελῶιος Γοργίδ̣ου {²⁷Γοργίν̣ου}²⁷, | |
Ἀριστίων Νυμφοδώρου, | |
Σωσίπολις Ἰσιδώρου, | |
45 | Νίκαρ<χ>ος Πυρρόμμ[ιος] |
Ἀπολλώνιος Σατ<ύ>ρου, | |
Ζώπυρος Ἡρακλείδα, ΧΛΙΡ?[— —] |