[ ] Att. — s. II p.
1 οὗτος ὁ γῆς τέμνων σταχυητρόφον αὔλακα Δηοῦς
Εὔτυχος, ἡ γονέων ἐλπίς, ἔπειτα [γ]όος,
εἴκοσι τῶν πάντων ἐτέων ὑπὸ τῷ|δε κέκρυμμαι
σήματι, μήτε νόσῳ μήτ’ ὀδύνῃσι τακείς·
5 τεθνειὼς δ’ οὐ τόσσον ὀδύρομαι, ἀλλ’ ὅτι πένθος
ἀμφοτέροις ἔλιπον λυγρὸν ἐμοῖς τοκέσιν.
Search Help