[ ]
Karpathos Isl. — Porthmos — not bef. 2nd c. BC
[— — — — — — — — — — — — — — ὁ δεῖνα] | |
1 | [Μελαν]θ̣ίου {²⁷[Ῥοδ]ο̣ίου}²⁷ Βρυκού[ν]τ̣ιος εἶπε· ἐπειδὴ Μ̣η[νό]- |
[κρ]ιτος Μητροδώρου Σάμιος δεδαμοσιευ- | |
[κὼ]ς ἔτη ὑπὲρ τὰ εἴκοσι ἐκτενῶς τε καὶ φιλο- | |
[τί]μως θεραπεύων διατετελέκει πάντας | |
5 | [κ]ατά τε τὰν ἐμπειρίαν καὶ τὰν ἄλλαν ἀνα- |
σ̣τροφὰν ἀνέγκλητον αὑτὸν παρέσχηται, | |
λοιμικᾶς τε διαθέσιος γενομένας καὶ πολλῶν | |
εἰς τοὺς ἐσχά̣τους̣ κινδύνους ἐμπεσόντων | |
οὐ μόνον τῶν δαμετᾶν, ἀλλὰ καὶ τῶν παροικεύν- | |
10 | των τὰν πᾶσαν ἐκτένειαν καὶ κακοπαθίαν |
παρεχόμενος παραίτιος γεγόνει τᾶς σωτηρ[ί]- | |
ας, πρὸ τοῦ τε μισθωθήμειν διατρίβων ἐν Ῥ̣όδ̣ω̣[ι] | |
πολλοὺς τῶν δαμετᾶν ἐν ἐπικινδύνο[ις] | |
[δ]ιαθέσεσι γενομένους ἔσωσε μ̣[ι]σθὸν ο[ὐ] | |
15 | [δ]ε̣ξ̣ά̣μ̣ε̣νο[ς] ε̣ὐ̣ν̣ο̣ϊ̣κ̣ῶ̣ς τε καὶ δικαί̣ω̣ς̣ [πρὸς ἕ]- |
[κα]σ̣τ̣ον τῶν κατοικεύντων ἐν τῶι περιπολ[ί]- | |
ωι εἰσπορευόμενος διατετελέκει· ὅπως οὖν | |
καὶ ὁ δᾶμος ὁ Βρυκουντίων φαίνηται εὐχάρι[σ]- | |
τος καὶ τοὺς ἀγαθοὺς τῶν ἰατρῶν τιμῶν, | |
20 | κυρωθέντος τοῦδε τοῦ ψαφίσματος δεδόχθα[ι] |
[τ]ῶι δάμωι· ἐπαινέσαι Μηνόκριτον Μητροδώρου | |
Σάμιον καὶ στεφανῶσαι χρυσέωι στεφάνωι | |
κ̣αὶ ἀναγορεῦσαι ἐν τῶι ἀγῶνι τῶν Ἀσκλαπιεί- | |
ων, ὅτι "ὁ δᾶμος ὁ Βρυκουντίων ἐπαινεῖ καὶ | |
25 | στεφανοῖ χρυσέωι στεφάνωι Μηνόκριτον |
Μητροδώρου Σάμιον ἐμπειρίας ἕνεκα καὶ καλοκἀ- | |
γ̣αθίας". ἐξέστω δὲ Μηνοκρίτωι καὶ εἰς τὰς πανα- | |
[γ]ύρεις παραγίνεσθαι ἃς συντελοῦντι Βρυκούντι- | |
οι· τὸ δὲ γενόμενον τέλεσμα εἰς τὸν στέφαν[ο]ν | |
30 | τ̣ελεσάτω ὁ ταμίας· μετὰ δὲ τὰν κύρωσιν τοῦδε̣ |
[τ]οῦ ψαφίσματος ἑλέσθω ὁ δᾶμος παραχρῆμα | |
[ἄ]ν̣δρα· ὁ δὲ αἱρεθεὶς αἰ̣[τ]η[σ]άσθω ἐν τῶι σύμπαντ[ι] | |
[δ]άμωι τὰν δόσιν τοῦ στεφάνου καὶ ὥστε ἀναθέ- | |
μειν εἰς τὸ ἱερὸν τοῦ Ποτειδᾶνος τοῦ Πορθμίου | |
35 | στάλαν λιθίναν καὶ ἀναγράψαι εἰς αὐτὰν τὸ |
ψάφισμα καθ’ ὃ τετιμάκει ὁ δᾶμος ὁ Βρυκουντίων | |
Μ̣ηνόκριτον Μητροδώρου Σάμιον· τὸ δὲ̣ [τ]έ̣λε̣σ̣[μα] | |
[τὸ γε]ν̣<ό>[μ]ε̣ν̣[ον εἴς τε τὸν στέφανον καὶ τὰν στάλαν] | |
[δότω ὁ ταμίας. αἱρέθηι ὁ δεῖνα τοῦ δεῖνος Βρυκούντιος]. |