[ ] Karpathos Isl. — Porthmos — not bef. 2nd c. BC
[— — — — — — — — — — — — — — ὁ δεῖνα]
1 [Μελαν]θ̣ίου {²⁷[Ῥοδ]ο̣ίου}²⁷ Βρυκού[ν]τ̣ιος εἶπε· ἐπειδὴ Μ̣η[νό]-
[κρ]ιτος Μητροδώρου Σάμιος δεδαμοσιευ-
[κὼ]ς ἔτη ὑπὲρ τὰ εἴκοσι ἐκτενῶς τε καὶ φιλο-
[τί]μως θεραπεύων διατετελέκει πάντας
5 [κ]ατά τε τὰν ἐμπειρίαν καὶ τὰν ἄλλαν ἀνα-
σ̣τροφὰν ἀνέγκλητον αὑτὸν παρέσχηται,
λοιμικᾶς τε διαθέσιος γενομένας καὶ πολλῶν
εἰς τοὺς ἐσχά̣τους̣ κινδύνους ἐμπεσόντων
οὐ μόνον τῶν δαμετᾶν, ἀλλὰ καὶ τῶν παροικεύν-
10 των τὰν πᾶσαν ἐκτένειαν καὶ κακοπαθίαν
παρεχόμενος παραίτιος γεγόνει τᾶς σωτηρ[ί]-
ας, πρὸ τοῦ τε μισθωθήμειν διατρίβων ἐν Ῥ̣όδ̣ω̣[ι]
πολλοὺς τῶν δαμετᾶν ἐν ἐπικινδύνο[ις]
[δ]ιαθέσεσι γενομένους ἔσωσε μ̣[ι]σθὸν ο[ὐ]
15 [δ]ε̣ξ̣ά̣μ̣ε̣νο[ς] ε̣ὐ̣ν̣ο̣ϊ̣κ̣ῶ̣ς τε καὶ δικαί̣ω̣ς̣ [πρὸς ἕ]-
[κα]σ̣τ̣ον τῶν κατοικεύντων ἐν τῶι περιπολ[ί]-
ωι εἰσπορευόμενος διατετελέκει· ὅπως οὖν
καὶ ὁ δᾶμος ὁ Βρυκουντίων φαίνηται εὐχάρι[σ]-
τος καὶ τοὺς ἀγαθοὺς τῶν ἰατρῶν τιμῶν,
20 κυρωθέντος τοῦδε τοῦ ψαφίσματος δεδόχθα[ι]
[τ]ῶι δάμωι· ἐπαινέσαι Μηνόκριτον Μητροδώρου
Σάμιον καὶ στεφανῶσαι χρυσέωι στεφάνωι
κ̣αὶ ἀναγορεῦσαι ἐν τῶι ἀγῶνι τῶν Ἀσκλαπιεί-
ων, ὅτι "ὁ δᾶμος ὁ Βρυκουντίων ἐπαινεῖ καὶ
25 στεφανοῖ χρυσέωι στεφάνωι Μηνόκριτον
Μητροδώρου Σάμιον ἐμπειρίας ἕνεκα καὶ καλοκἀ-
γ̣αθίας". ἐξέστω δὲ Μηνοκρίτωι καὶ εἰς τὰς πανα-
[γ]ύρεις παραγίνεσθαι ἃς συντελοῦντι Βρυκούντι-
οι· τὸ δὲ γενόμενον τέλεσμα εἰς τὸν στέφαν[ο]ν
30 τ̣ελεσάτω ὁ ταμίας· μετὰ δὲ τὰν κύρωσιν τοῦδε̣
[τ]οῦ ψαφίσματος ἑλέσθω ὁ δᾶμος παραχρῆμα
[ἄ]ν̣δρα· ὁ δὲ αἱρεθεὶς αἰ̣[τ]η[σ]άσθω ἐν τῶι σύμπαντ[ι]
[D]A/MWI TA\N DO/SIN TOU= STEFA/NOU KAI\ W(/STE A)NAQE/-
μειν εἰς τὸ ἱερὸν τοῦ Ποτειδᾶνος τοῦ Πορθμίου
35 στάλαν λιθίναν καὶ ἀναγράψαι εἰς αὐτὰν τὸ
ψάφισμα καθ’ ὃ τετιμάκει ὁ δᾶμος ὁ Βρυκουντίων
Μ̣ηνόκριτον Μητροδώρου Σάμιον· τὸ δὲ̣ [τ]έ̣λε̣σ̣[μα]
[τὸ γε]ν̣<ό>[μ]ε̣ν̣[ον εἴς τε τὸν στέφανον καὶ τὰν στάλαν]
[δότω ὁ ταμίας. αἱρέθηι ὁ δεῖνα τοῦ δεῖνος Βρυκούντιος].
Search Help
Contact Us