[ ]
Rhodos Isl. — Lindos — late 1st c. BC/early 1st c. AD
1 | Λίνδιοι ἐτείμασαν |
Ἑκατ̣οῦν Κλευκράτευς | |
γ̣υναῖκα δὲ | |
Εὐπό̣[ρ]θμου Βασιλείδευς | |
5 | ἐ[πα]ί̣νωι, χρυσέωι στεφάνωι |
καὶ [ε]ἰκόνι χαλκέᾳ —— δεδώκαντι δὲ αὐτᾷ | |
[κ]αὶ ἀναγόρευσιν τᾶνδε τᾶν τιμᾶ̣[ν] | |
[εἰς] τ̣ὸν ἀεὶ χρόνον ἐν ταῖς πανα̣γ̣ύρεσ[ι] | |
καθ’ ἕκαστον ἐνιαυτὸν | |
10 | αἷς̣ τίθεντι Λίνδιοι —— |
[εὐ]σεβείας ἕνεκα τᾶς ποτὶ τοὺς θεοὺς | |
καὶ ἀρε̣τᾶς καὶ εὐνοίας καὶ φιλοδοξίας | |
ἃν ἔχουσα διατελεῖ εἰς τὸ πλ̣ῆ̣θος | |
τὸ Λινδίων. |