[ ] Rhodos Isl. — Lindos — Roman period
1  Π̣[ό]π̣[λιον Αἴ]λιον Ἁγήτορα βʹ τὸν ἀξιο-
[λ]ογώτατον ἱερέα τᾶς Λινδίας Ἀθάνας
ἐνδόξως καὶ μεγαλοπρεπῶς ἐκτελέσαν-
[τ]α τὰν ἱερωσύναν, παρασχόντα τὰν τᾶς ἀγο-
5 [ρᾶ]ς̣ εὐετηρίαν πᾶσιν δαψιλῶς ἐπ’ ὠφελίᾳ
[τῶ]ν ὠνουμένων καὶ πάντων λουτρῶν
[ἐ]π̣αινουμέναν χρῆσιν τοὺς τᾶς ἱερωσύ-
νας αὐτοῦ μῆνας δεκατρεῖς, ἐπισκευάσαν-
τα δὲ καὶ ἀνοικοδομήσαντα πάντα τὸν περι-
10 κείμενον τᾷ ἀκροπόλει κόσμον ἅμα
καὶ τᾷ τῶν πύργων ὁλοκλήρῳ οἰκήσει
κατ’ ἴσον τοῖς τὰν ἀρχὰν ἐξευραμένοις
τὰν κτίσιν αὐτῶν· ἐκτελέσαντα δὲ δι-
καίως καὶ παρὰ τᾷ μεγάλᾳ πόλει ἃς ἀνε-
15 δέξατο ἀρχάς, μαρτυρηθέντα καὶ
στεφανωθέντα πλεονάκις χρυ-
σέῳ στεφάνῳ καὶ τειμαθέντα ἀν-
δριάντων ἀναστάσεσι, τειμᾶς αἰω-
νίου καὶ εὐνοίας τᾶς ποτ’ αὐτὸν
20 ἁ πάτρα
              θεοῖς.
Search Help
Contact Us