[ ]
Rhodos Isl. — Lindos — Roman period
| 1 | Π̣[ό]π̣[λιον Αἴ]λιον Ἁγήτορα βʹ τὸν ἀξιο- |
| [λ]ογώτατον ἱερέα τᾶς Λινδίας Ἀθάνας | |
| ἐνδόξως καὶ μεγαλοπρεπῶς ἐκτελέσαν- | |
| [τ]α τὰν ἱερωσύναν, παρασχόντα τὰν τᾶς ἀγο- | |
| 5 | [ρᾶ]ς̣ εὐετηρίαν πᾶσιν δαψιλῶς ἐπ’ ὠφελίᾳ |
| [τῶ]ν ὠνουμένων καὶ πάντων λουτρῶν | |
| [ἐ]π̣αινουμέναν χρῆσιν τοὺς τᾶς ἱερωσύ- | |
| νας αὐτοῦ μῆνας δεκατρεῖς, ἐπισκευάσαν- | |
| τα δὲ καὶ ἀνοικοδομήσαντα πάντα τὸν περι- | |
| 10 | κείμενον τᾷ ἀκροπόλει κόσμον ἅμα |
| καὶ τᾷ τῶν πύργων ὁλοκλήρῳ οἰκήσει | |
| κατ’ ἴσον τοῖς τὰν ἀρχὰν ἐξευραμένοις | |
| τὰν κτίσιν αὐτῶν· ἐκτελέσαντα δὲ δι- | |
| καίως καὶ παρὰ τᾷ μεγάλᾳ πόλει ἃς ἀνε- | |
| 15 | δέξατο ἀρχάς, μαρτυρηθέντα καὶ |
| στεφανωθέντα πλεονάκις χρυ- | |
| σέῳ στεφάνῳ καὶ τειμαθέντα ἀν- | |
| δριάντων ἀναστάσεσι, τειμᾶς αἰω- | |
| νίου καὶ εὐνοίας τᾶς ποτ’ αὐτὸν | |
| 20 | ἁ πάτρα |
| θεοῖς. |