[ ] Rhodos Isl. — Lindos — ca. 117-138 AD
1 [Ἀγ]α̣θ̣ᾶι Τύχ[α]ι.
                        vacat
2 ἀφ’ ὧν χρ[ὴ] πα[ρ]ῖν[α]ι αἰσίως
<εἰ>ς τὸ̣ ἱε[ρ]όν· πρῶτον μὲν
καὶ τὸ μέγ̣ιστον· χεῖρας καὶ
5 <γ>νώμην καθαροὺς καὶ ὑγιε[ῖς]
ὑπάρχοντας καὶ μηδὲν αὑτοῖς
δεινὸν συνειδότας.
 καὶ τὰ ἐκτός·
ἀπὸ φακῆς  ἡμερῶν γʹ·
10 ἀπὸ αἰγείου ἡμε(ρῶν) γʹ·
ἀπὸ τυροῦ     ἡμ(ρας) αʹ·
ἀπὸ φθορείω̣[ν] ἡμε(ρῶν) μʹ·
ἀπὸ κήδους [οἰκ]είου ἡμ[ε(ρῶν)] μʹ·
ἀπὸ συνουσίας νομ[ί]μου
15   αὐθημερὸν περιραναμένους
  καὶ πρότερον χρεισαμένους
  ἐλαίῳ·
ἀπὸ παρθενείας.
                  vacat
Search Help
Contact Us