[ ]
Rhodos Isl. — Lindos — after 2nd c. AD
{²columba? corona columba?}² | |
1 | εὐρ̣ὺ μὲν ἀρχαίης Λίνδου κλέος, Ἀτρυτώνην |
δεξαμένης ὄχθοις οὐρανίοισιν ἄκρης· | |
μέζων δ’ αὖ κατὰ γαῖαν ἐπήρατος ἔπλετο φῆμις | |
παρθενικῆς γλαυκῶν πλησαμένῃ χαρίτων. | |
5 | νῦν γὰρ Ἀθηναίης βοάᾳ θαλερὸς ἔμεν οἶκος |
χῶρος καρπογόνους δερκομένοις σκοπέλους· | |
ἄνθεμα γὰρ τόδ[ε] λαρὸν Ἀθηναίῃ πόρεν εἱρεὺς | |
Ἀγλώχαρτος, ἑῶν νειμάμενος κτεάνων, | |
κρέσσων καὶ Κελεοῖο καὶ Εἰκαρίοιο κατ’ αἶαν | |
10 | πάνπαν ἀεξῆσαι τὴν ἱερὴν ἐλέην. |