[ ]
Rhodos Isl. — Lindos: Massari — 3rd c. BC
1 | ἔδοξε μαστροῖς καὶ Λινδίοις· ἐπιστατᾶν <γνώμα>· vacat |
ἐπειδὴ ἐπιστάται αἱρεθέντες ὑπὸ Λινδίων | |
Ἀνάξανδρος Πάγωνος Καμύνδιος | |
Λυσίας Λυσικράτευς Λαδάρ̣[μι]ος | |
5 | Εὔβουλος Εὐθυμάχου Πάγιος |
καὶ τοὶ αἱρεθέντες ἄνδρες | |
συναγωνίξασθαι ταῖς δίκαις | |
Παυσανίας Πολυζάλου Βράσιος | |
Ἀστυμέδων Ἀνδροσθένευς Λινδοπολίτ̣ας | |
10 | Ἁγήσανδρος Πολυαράτου Ἀργεῖος |
Ἐπικράτης Ἁγησιδάμου Κλάσιος | |
Τελέσων Δαμοσ[θέ]νευς Κλάσιος | |
Φιλίων Ἀνδροσ[θέν]ευς Λινδοπολίτας | |
Ἐπικράτης Πάγω[ν]ος Καμύνδιος | |
15 | Διδυμακλῆς Φιλ̣[ίν]ου Λινδοπολίτας |
Ἁγησίλοχος Ἁγ[ησά]νδρου Καττάβιος | |
Ἀρχίνομος Φιλόφρονος Κλάσιος | |
Ἀρχοκράτης Στρατοκλεῦς Βουλίδας | |
Καλλίστρατος Νικοστράτου Νεττίδας | |
20 | Ἀλεξίμαχος Κλεανδρίδα Λαδάρμιος |
Ἀλεξίμαχος Μικύλου Λαδάρμιος | |
Εὐκλῆς Ἁφαιστίωνος Ἀργεῖος | |
Δεινίας Ἀνθαγόρα Λινδοπολίτας | |
Ἵππασος Μικίωνος Λινδοπολίτας | |
25 | Καλλίγνωτος Δαμοσθένευς Κλάσιος |
Ἀριστόμαχος Ἀλεξάρχου Πεδιεύς | |
Φαίνιππος Ἐπικράτευς Κλάσιος | |
Νικαγόρας Ἀριστογένευς Νεττίδας | |
Φιλοκράτης Δαμοκράτευς Λινδοπολίτας | |
30 | Κλεαγόρας Κομάτα Κλάσιος |
Ἁγησίστρατος Εὐδίκου Βουλίδας | |
Πιστοκράτης Θευγένευς Κλάσιος | |
Ξενοφῶν Κλείτωνος Βράσιος | |
Φαέθων Φιλοκράτευς Λαδάρμιος | |
35 | Ἀλκιμέδων Φιλίωνος Λινδοπολίτας |
Ὀνομακλῆς Μελανώπου Λινδοπολίτας | |
Θεαίδητος Πολυχάρμου Νεττίδας | |
vacat | |
38 | ἄνδρες ἀγαθοὶ ἐγένοντο συν̣διαφυλάξαντες Λινδίοις ὅπως |
ταὶ αἱρέσιες γίνωνται ἐν Λίνδωι τῶν ἱερέων κ[αὶ] ἱεροθυτᾶν κα[ὶ] | |
40 | ἱεροποιῶν καὶ τῶν ἄλλων τῶν ἐπὶ τὰ κοινὰ τασσομέν[ω]ν ἐξ |
αὐτῶν Λινδίων καθ’ ἃ καὶ ἐν τοῖς νόμοις γέγραπται κα[ὶ μ]ὴ̣ μετέ- | |
χωντι τῶν ἐν Λίνδωι ἱερῶν οἳ μὴ καὶ πρότερον μετεῖχον, δεδό- | |
χθαι τοῖς μαστροῖς καὶ Λινδίοις· ἐπαινέσαι αὐτοὺς ὅτι ἄνδρες | |
ἀγαθοὶ ἐγένοντο περὶ τὰ ἱερὰ τὰ Λινδίων, καὶ ἀναγράψαι τόδε τὸ | |
45 | ψάφισμα ἐς στάλαν λιθίναν καὶ θέμειν ἐς τὸ ἱερὸν τᾶς Ἀθάνα[ς], |
ὅπως πᾶσιν τοῖς ἐπιγινομένοις φανερὸν ἦι, ὅτι Λίνδιοι τῶν ἀ- | |
γαθῶν ἀνδρῶν μνάμαν ποιεῦνται ἐς τὸν ἅπαντα χρόνον· τὸ | |
δὲ ἀνάλωμα τὸ ἐς τὰν στάλαν καὶ τὰν ἀναγραφὰν ὁ ἱερεὺς [τᾶς] | |
Ἀθάνας τελεσάτω· ὅπως δὲ ἁ στάλα τεθῆι ἐς τὸ ἱερὸν τᾶς | |
50 | [Ἀ]θάνας, τοὶ ἐπιστάται ἐπιμεληθέντω τοὶ ἐν ἀρχᾶι ἐόντες. |