[ ] Rhodos Isl. — Lindos: Massari — 3rd c. BC
1        ἔδοξε μαστροῖς καὶ Λινδίοις· ἐπιστατᾶν <γνώμα>·  vacat
       ἐπειδὴ ἐπιστάται αἱρεθέντες ὑπὸ Λινδίων
        Ἀνάξανδρος Πάγωνος Καμύνδιος
        Λυσίας Λυσικράτευς Λαδάρ̣[μι]ος
5         Εὔβουλος Εὐθυμάχου Πάγιος
       καὶ τοὶ αἱρεθέντες ἄνδρες
       συναγωνίξασθαι ταῖς δίκαις
        Παυσανίας Πολυζάλου Βράσιος
        Ἀστυμέδων Ἀνδροσθένευς Λινδοπολίτ̣ας
10         Ἁγήσανδρος Πολυαράτου Ἀργεῖος
        Ἐπικράτης Ἁγησιδάμου Κλάσιος
        Τελέσων Δαμοσ[θέ]νευς Κλάσιος
        Φιλίων Ἀνδροσ[θέν]ευς Λινδοπολίτας
        Ἐπικράτης Πάγω[ν]ος Καμύνδιος
15         Διδυμακλῆς Φιλ̣[ίν]ου Λινδοπολίτας
        Ἁγησίλοχος Ἁγ[ησά]νδρου Καττάβιος
        Ἀρχίνομος Φιλόφρονος Κλάσιος
        Ἀρχοκράτης Στρατοκλεῦς Βουλίδας
        Καλλίστρατος Νικοστράτου Νεττίδας
20         Ἀλεξίμαχος Κλεανδρίδα Λαδάρμιος
        Ἀλεξίμαχος Μικύλου Λαδάρμιος
        Εὐκλῆς Ἁφαιστίωνος Ἀργεῖος
        Δεινίας Ἀνθαγόρα Λινδοπολίτας
        Ἵππασος Μικίωνος Λινδοπολίτας
25         Καλλίγνωτος Δαμοσθένευς Κλάσιος
        Ἀριστόμαχος Ἀλεξάρχου Πεδιεύς
        Φαίνιππος Ἐπικράτευς Κλάσιος
        Νικαγόρας Ἀριστογένευς Νεττίδας
        Φιλοκράτης Δαμοκράτευς Λινδοπολίτας
30         Κλεαγόρας Κομάτα Κλάσιος
        Ἁγησίστρατος Εὐδίκου Βουλίδας
        Πιστοκράτης Θευγένευς Κλάσιος
        Ξενοφῶν Κλείτωνος Βράσιος
        Φαέθων Φιλοκράτευς Λαδάρμιος
35         Ἀλκιμέδων Φιλίωνος Λινδοπολίτας
        Ὀνομακλῆς Μελανώπου Λινδοπολίτας
        Θεαίδητος Πολυχάρμου Νεττίδας
                                vacat
38 ἄνδρες ἀγαθοὶ ἐγένοντο συν̣διαφυλάξαντες Λινδίοις ὅπως
ταὶ αἱρέσιες γίνωνται ἐν Λίνδωι τῶν ἱερέων κ[αὶ] ἱεροθυτᾶν κα[ὶ]
40 ἱεροποιῶν καὶ τῶν ἄλλων τῶν ἐπὶ τὰ κοινὰ τασσομέν[ω]ν ἐξ
αὐτῶν Λινδίων καθ’ ἃ καὶ ἐν τοῖς νόμοις γέγραπται κα[ὶ μ]ὴ̣ μετέ-
χωντι τῶν ἐν Λίνδωι ἱερῶν οἳ μὴ καὶ πρότερον μετεῖχον, δεδό-
χθαι τοῖς μαστροῖς καὶ Λινδίοις· ἐπαινέσαι αὐτοὺς ὅτι ἄνδρες
ἀγαθοὶ ἐγένοντο περὶ τὰ ἱερὰ τὰ Λινδίων, καὶ ἀναγράψαι τόδε τὸ
45 ψάφισμα ἐς στάλαν λιθίναν καὶ θέμειν ἐς τὸ ἱερὸν τᾶς Ἀθάνα[ς],
ὅπως πᾶσιν τοῖς ἐπιγινομένοις φανερὸν ἦι, ὅτι Λίνδιοι τῶν ἀ-
γαθῶν ἀνδρῶν μνάμαν ποιεῦνται ἐς τὸν ἅπαντα χρόνον· τὸ
δὲ ἀνάλωμα τὸ ἐς τὰν στάλαν καὶ τὰν ἀναγραφὰν ὁ ἱερεὺς [τᾶς]
Ἀθάνας τελεσάτω· ὅπως δὲ ἁ στάλα τεθῆι ἐς τὸ ἱερὸν τᾶς
50 [Ἀ]θάνας, τοὶ ἐπιστάται ἐπιμεληθέντω τοὶ ἐν ἀρχᾶι ἐόντες.
Search Help
Contact Us