[ ]
Rhodos Isl. — Kamiros — 1st c. BC?
1 | [Ἀριστ]οκράτευς {²⁷[Τιμ]οκράτευς; [Φιλ]οκράτευς}²⁷ Πο(ντωρέως?) |
[το]ῦ Αἰνέτου Σιλυρίου(?) | |
[στρα]ταγήσαντος ἐκ πάντων | |
[ἐπὶ τᾶς] χώρας τᾶς ἐν τᾷ νάσσωι καὶ | |
5 | [στρατευ]σαμένου ἐν τοῖς ἀφράκτοις κα̣[ὶ] |
[ἱεροθυτήσ?]αντος ἐν Καμείρωι καὶ ἱεροποιή- | |
[σαντος κ]αὶ ἐξιεριστεύσαντος καὶ γενομένου | |
[γραμματέως μ]αστρῶν καὶ στεφανωθέντος χρυσέ- | |
[οις στεφάνοις ὑ]πό τε τῶν μαστ[ρῶν] δὶς καὶ ὑπὸ Ἀσκλα- | |
10 | [πιαστᾶν καὶ Πυ]θιαστᾶν καὶ Ἑρμαϊστᾶν, καὶ ὑπὸ Σεραπι- |
[αστᾶν κοινοῦ τῶ]ν ἐν Καμείρωι καὶ ὑπὸ Πυργαλιδᾶν κοι- | |
[νοῦ — — — — — — —] τῶν ἐν Λέ̣ρ̣ωι καὶ ὑπὸ Νακορείων | |
[— — — — — κοινοῦ κ]αὶ ἀποσταλέντος ἱεροποιοῦ εἰς | |
[Σαμοθράικαν(?) καὶ ε]ἰς Λῆμνον καὶ Διδυμεῖον καὶ | |
15 | [πρεσβεύσαν]τος εἰς Ἀλεξάνδρειαν |
[καὶ τιμα]θέντος ὑπὸ τᾶς βουλᾶς | |
[χρυσέ]ωι στεφάνωι. | |
[ὁ δεῖνα γραμ]ματεὺς δαμόσιος | |
[τὸν αὑτ]οῦ ἄρχοντα | |
20 | [Ἑστίᾳ καὶ] Διῒ Τελεί[ωι]. |