[ ]
Rhodos Isl. — Rhodos — 1st c. BC
1 | Φιλοκράτευς Ἰλιέως |
ὧι ἁ ἐπιδαμία δέδοται | |
τετιμαμένου ὑπὸ Ἰσιαστᾶν ἐρανιστᾶν | |
κοινοῦ κατὰ τὸ ψάφισμα τὸ Δεξαγόρα | |
5 | καὶ τετιμαμένου ὑπὸ συνθυτᾶν |
Ῥοδιαστᾶν ἐπιδαμιαστᾶν | |
καὶ ἐστεφανωμένου ὑπὸ Ἑρμαϊστᾶν | |
Θεσμοφοριαστᾶν χρυσέωι στεφάνωι | |
καὶ ἐστεφανωμένου ὑπὸ Ματίων κτοινετᾶν | |
10 | ἐρανιστᾶν Φιλοκρατείων χρυσέωι στεφάνωι |
καὶ ἐστεφανωμένου ὑπὸ Καμιρέων | |
θαλλοῦ στεφάνωι | |
καὶ κεχοραγηκότος τρίς· | |
καὶ τᾶς γυναικὸς αὐτοῦ | |
15 | Ἑρμορόδης Ἑρμογένευς |
Σελγίδος. |