[ ]
Rhodos Isl. — Rhodos — undated
1 | τὸ κοινὸν τὸ Ἁλιαδᾶν καὶ Ἁλιαστᾶν ἐτίμασε |
καὶ ἐστεφάνωσε θαλλοῦ στεφάνωι ἐς τὸν ἀεὶ | |
χρόνον Στρατονίκαν Ἁλικαρνασσίδα εὐεργέτιν | |
εὐνοίας ἕνεκ[α καὶ φιλο]τιμίας, ἃν ἔχουσα διετέλει | |
5 | εἰς τὸ πλῆθος τ̣[ὸ Ἁ]λ̣ιαδᾶν καὶ Ἁλιαστᾶν. |