[ ]
Rhodos Isl. — Rhodos — undated — cf. MDAI(A) 21 (1896) 61-62
| 1 | [— — —]ΣΥΡΙΚ[— —]ΣΕ․[— —]μιος vacat |
| [οὐ μὲ]ν ἀ̣[οι]δ̣οὺς εἶχε Νίνου πόλις, οὐδὲ παρ’ Ἰνδοῖς | |
| [καλλίσ]της Μουσέων πτόρθος ἐνετρέφετο· | |
| [πάντ]ων̣ Ἡροδότου γλύκιον στ̣[ό]μα καὶ Πανύασσιν | |
| 5 | [οὐδ’ αὐτ]ὴ Βαβυλὼν ἔτρεφεν ὠγυγίη, |
| ἀλλ’ Ἁλικαρνασσοῦ κραναὸν πέδον· ὧν διὰ μολπὰν | |
| [κλ]ειτὸν ἐν Ἑλλήνων ἄστεσι κῦδος ἔχει. |