[ ] Rhodos Isl. — Rhodos — ca. 100-50 BC
[— — — — (nomen) — — — —]
1   στρατευσάμενον κατὰ πόλ̣[εμον]
ἔν τε ταῖς καταφράκτοις ναυσὶ
καὶ ἐν τριημιολίαις καὶ τιμαθέντα
ὑπὸ ἁλικιωτᾶν τοῦ κοινοῦ θαλλοῦ
5 στεφάνωι καὶ χρυσέωι ἀρετᾶς
ἕνεκα καὶ εὐνοίας τᾶς εἰς αὐτούς·
——— καὶ στρατευσάμενον ὑπὸ ἄρχοντα
Ἀντίοχον καὶ τιμαθέντα ὑπὸ
Σαμοθραικιαστᾶν μεσονέων τοῦ
10 κοινοῦ χρυσέωι στεφάνωι ἀρετᾶς
ἕνεκα καὶ εὐνοίας καὶ φιλοδοξίας
ἃν ἔχων διατελεῖ εἰς τὸ Σαμοθραικι-
αστᾶν μεσονέων κοινόν· ——— καὶ
τοὶ συνστρατευσάμενοι ἐτίμασαν
15 Σαμοθραικιαστᾶν καὶ Λημνιαστᾶν
τὸ κοινὸν ἐπαίνωι χρυσέωι στεφάνωι
ἀρετᾶς ἕνεκα καὶ εὐνοίας καὶ φιλοδοξίας
ἃν ἔχων διατελεῖ εἰς τὸ Σαμοθρᾳκιαστᾶν
καὶ Λημνιαστᾶν τῶν συνστρατευσαμένων
20 κοινόν· ——— καὶ πρωρατεύσαντα τριηρέων
  καὶ ἄρξαντα ἀφράκτων
καὶ ἐπιστάταν γενόμενον τῶν παίδων
καὶ  ἱεροθυτήσαντα
καὶ  πρυτανεύσαντα.            θεοῖς.
25 Ἐπίχαρμος Σολεύς, ὧι ἁ ἐπιδαμία δέδοται,
καὶ Ἐπίχαρμος Ἐπιχάρμου Ῥόδιος ἐποίησαν.
Search Help
Contact Us