[ ]
Rhodos Isl. — Rhodos — undated
1 | ἐπ’ ἰερέως Θευφάνευς, ἀρχερανιστᾶ |
Μενεκράτευς Κιβυράτα, Ὑακινθίου | |
ἕκται ἐξ ἰκάδος, [τοίδ]ε τῶν ἐρανισ- | |
τᾶν ἐπανγείλα[ντο] εἰς τὰν ἀνοι- | |
5 | κοδομὰν τοῦ τοίχου καὶ τῶν μνα- |
μείων τῶν πεσόντων ἐν τῶι σεισμῶι· | |
Μενεκράτης Κιβυράτας ἀνοικοδομήσειν τὸν τοῖχον | |
καὶ τὰ μναμεῖα τοῖς ἰδίοις ἀναλώμασι. τὸ δὲ πεσὸ[ν] | |
ἀργύριον ἐκ τᾶν ἐπανγελιᾶν ὑπάρξει τῶι κοινῶι. | |
10 | [ὁ δεῖνα — — — — —]υδος δ(έκα) |
[— — — — — — — — — — — —] |