[ ]
Rhodos Isl. — Rhodos — undated
| 1 | ἐπ’ ἰερέως Θευφάνευς, ἀρχερανιστᾶ |
| Μενεκράτευς Κιβυράτα, Ὑακινθίου | |
| ἕκται ἐξ ἰκάδος, [τοίδ]ε τῶν ἐρανισ- | |
| τᾶν ἐπανγείλα[ντο] εἰς τὰν ἀνοι- | |
| 5 | κοδομὰν τοῦ τοίχου καὶ τῶν μνα- |
| μείων τῶν πεσόντων ἐν τῶι σεισμῶι· | |
| Μενεκράτης Κιβυράτας ἀνοικοδομήσειν τὸν τοῖχον | |
| καὶ τὰ μναμεῖα τοῖς ἰδίοις ἀναλώμασι. τὸ δὲ πεσὸ[ν] | |
| ἀργύριον ἐκ τᾶν ἐπανγελιᾶν ὑπάρξει τῶι κοινῶι. | |
| 10 | [ὁ δεῖνα — — — — —]υδος δ(έκα) |
| [— — — — — — — — — — — —] |