[ ] Rhodos Isl. — Rhodos — ca. 300-250 BC?
1 [— — — — — — — — — — στῆσαι δὲ αὐτοῦ] καὶ εἰκόνα χαλ-
[κῆν ἐν τῆι ἀγο]ρᾶι ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς εἰς τὸν̣
[δ]ῆμον· καὶ τοὺς ἀγωνοθέτας τῶν Διονυσίων καὶ Σε-
λευκε[ίω]ν ἀναγορεῦσαι ἐν τῶι [θε]άτρωι τὰς δεδο-
5 μ̣ένας αὐτῶι τιμάς· ἑλέσθαι δὲ τὸν δῆμον ἐπιστάτας
ἐπὶ τὴν ἔγδοσιν τῆς εἰκόνος ἄνδρας δύο καὶ τόπον
ἐν ὧι σταθήσεται ἀναγνῶναι· ἀναγράψαι δὲ τὸ ψήφισ-
μα καὶ εἰς στήλην λιθίνην καὶ στῆσαι ἐρ Ῥόδωι, τὸ δὲ
ἀνήλωμα τὸ εἰς τὴν εἰκόνα καὶ τὸ βάθρον καὶ τὴν
10 στήλην καθότι ὑπάρξει, τοὺς στρατηγοὺς τοὺς ἄρ-
[ξ]οντας ἐπὶ ἱεροποιοῦ [ὃς ἂν] μετ’ Ἐ[πίγο]νον γένηται
τὴμ πρώτην τετρ[άμη]νον [․․6․․․] γνώμην ἐνέγ[και]
καὶ π[ρὸς] τοὺς πρυτάνεις [περὶ ἐγδόσεως] τῆς εἰκόνος
[— — — — — —]οραν [— — — — — — — — — — —]τάτην
Search Help
Contact Us