[ ] Rhodos Isl. — Rhodos — 1st c. BC/1st c. AD?
1 [ἔδοξεν τῶι δ]μωι ἐν τᾷ ἐκ<κ>λησίᾳ ἐν τῶι Ἀρταμιτίωι μηνί· τῶ[ν]
[ἀνδρῶν, οἵτ]ινες θησεῦντι καὶ πωλησεῦντι τὸ ἔλαιον ἰς τ[ὸ]
[γυμνάσιον(?) ἀ]φθόνως καὶ ἀνεπικωλύτως ποιούμενοι τὰν θέ[σιν]
[ἀναγράψα]<ι ὅ>σας κα ἕκαστοι λάχωντι ἁμέρας ἀρξαμένο[υς ἀφ’ ἇς]
5 [κα ὁ ἱερεὺς ὁ] μετὰ Εὐκράτη ἱερατεύῃ μέχρι Θεσμοφορίου τρίτ[ας],
[ὅπως τὸ λοιπ]ὸν ἐπὶ τοῖς προγεγραμμένοις γείνηται ἁ θέσις κ[αὶ ἁ πώλη]-
[σις παρὰ τῶν] λαχόντων καὶ προγεγραμμένων ἀνδρῶν ἢ ὑπ’ αὐ[τῶν]
[ταχθέντων· τ]ῶν δὲ λαχόντων τὰ ὀνόματα ὁ γραμματεὺς [— — — —]
[․․․․․․․․․] ποτιγράψας ἑκάστῳ τὰς ἁμέρας ἅς κα ἑκάστου λάχῃ ὄνομ[α]
10 [ἐκ τοῦ τι]μάματος, συνκλαρωσάτω καὶ ἀναγραψάτω κατὰ ταὐτά· ὁ δὲ Ι[—]
[․․․․․․․ τόδ]ε τὸ ψάφισμα ἐστάλᾳ λιθίν̣[ᾳ] θέτω πρὸ τοῦ ἀγορανομ[ίου]
[ποτιγράψας κ]αὶ μῆνα καὶ ἁμέραν ὅλου τοῦ ἐνιαυτοῦ, ἵνα κα ἕκαστος ε̣[ἰδῇ]
[κατὰ μῆνας(?) καὶ ἁ]μέρας τὸν ἐνιαυτόν· ποτα[ν]α[γ]ραψάτω δὲ καὶ τὰ πλέ[ονα] {²⁷πλε[ίω]}²⁷
[δοθέντα, αἴ κά ποτε χ]ρεία γείνηται, [μὴ τὰν δα]πάναν ἄγῃ ὁ δᾶμος
15 [μόνος πᾶσαν ․․․․․․․c.18․․․․․․․]ς καταβαλλέσθων γράμματα
[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․]γραφ[․․․․․]#⁷Ι[․․․] ἢ ποιῆται
Search Help
Contact Us