[ ]
Mak. (Pelagonia) — Debrešte: Gradište — 2nd/1st c. BC — SEG 26.730
| 1 | τόνδ’ ἀγαθοῦ λεύσεις ἀνδρὸς τάφον, ὅς ποτ’ ἀ̣[λύπως] |
| ἑπτὰ ἐτῶν δεκάδας ἕκ τ’ ἐβίωσεν ἔτη, | |
| Ἀττιδω, ὃς θνῄσκει τέκνα τέκνων εἰσιδών. | |
| οὗτος, ἕως ἔζη, κεχαρισμένος ἦτο φίλοισιν· | |
| 5 | νῦν δ’ ἄλοχός τε φίλη καὶ υἱέες, οὓς ἀπολ[είπει], |
| μνημῆον τεῦξαν· σὺ δὲ χαιρετίσας με παρ̣έ̣[ρχου]. | |
| Ἀττιδω Κάλα, Ματελὶς Λυσανίου, χαίρε[τε]. | |
| 7a | {²anaglyphum}² |
| 8 | Γοργίας Ἐπιγένου, Παράμονος Μνασέου, Ἀττιδω̣. |