[ ] Makedonia (Lynkestis) — Suvodol — 3rd c. AD — Spomenik 77 (1934) 37, 10; 98 (1941-1948) 25, 60 — GVI 1403a — SEG 49.809
                {²vacat 0,02
1      [κέ]κλυθι, τέκνον ἐμόν, καὶ ἀνά-
     σ̣τεο σοῖσι γονεῦσιν· ❦ | τίπτε λιπὼν̣
    φάος ἡδὺ εἰς τὴν σκοτίαν ἀφικνεῖσε; |
    πῶς ἂν Εὐγενίου ’μ̣οῦ̣ ἐγὼ θείοιο λαθοίμην,
5 [❦ | ὃ]ς πέρι μὲν νόον ἔσχες βροτῶν, πέρι δ’ εἱρὰ θε-
[οῖ]σιν· ❦ | τοίην γὰρ κεφαλήν τε καὶ ὄμματα̣
[κ]αὶ φρένας αἰσθλὰς {²⁶ἐσθλὰς}²⁶ ❦ | ἔσχες· νῦν δέ μο[ι]
[ὀ]δ̣ύνας ἀπρήκτους ἔνβαλες θυμῷ· ❦ |
[ἀλλ’] οὐδ’ ὥς σου ἐγὼ ἐπιλήσομε ὀδυρό-
10 [μεν]ος καὶ ἀχεύων ❦ | πένθος λυγρὸν
[ἔχων]· ὡς ὤφελον αὐτὸς ὀλέσθαι· ❦ | ἀλλά
[μ]ο[ι Εὐγ]ενίου ’μοῦ δαΐφρονος δείετε ἦτο[ρ] |
δυσ[μόρο]υ̣, ὃς δὴ τηθὰ {²⁶δηθὰ}²⁶ γονέων ἄπο πήματ̣α
πάσ[χεν]· ❦ | ἀλλ’ ἀπόλοιτο καὶ ἄλλος ὅσσ-
15 τις τῷ [σῷ] θανάτῳ ἐπέχα<ι>ρεν· vacat |
ὢ Μοίρης κε̣[ρ]σ̣άσ̣ης ὠλέο χερσὶν̣ ἐμ̣αῖσιν, |
ὅ̣ς σε τυθθὸν ἐ[ό]ντα καὶ κηδίστ̣ῳ ἀπέδωκεν, |
ὅστις ἐνὶ σπλάνχνοισιν σθενερὰς φρέ-
νας ἡμε<ρό>ωσεν· ❦ | καὶ γὰρ ἐκ̣είνου φημὶ
20 τελευτήσεσθα[ι ἅπα]ν̣τας̣· | τίς δ’ οἶδ’ ε[ἴ]
<κ>ε καὶ αὐτὸς τ̣[ῆλε φίλω]ν ἀπόλητε; |
νῦν δ’ ὁ μὲν ὣς [ἀπόλωλε — —]vestigia
[— — — — — — — — — — — — — — — —]
Search Help
Contact Us