[ ] Mak. (Lynkestis) — Suvodol — 3rd c. AD — Spomenik 77 (1934) 37, 10; 98 (1941-1948) 25, 60 — GVI 1403a — SEG 49.809
                {²vacat 0,02}²
1      [κέ]κλυθι, τέκνον ἐμόν, καὶ ἀνά-
     σ̣τεο σοῖσι γονεῦσιν· ❦ / τίπτε λιπὼν̣
    φάος ἡδὺ εἰς τὴν σκοτίαν ἀφικνεῖσε; /
    πῶς ἂν Εὐγενίου ’μ̣οῦ̣ ἐγὼ θείοιο λαθοίμην,
5   [❦ / ὃ]ς πέρι μὲν νόον ἔσχες βροτῶν, πέρι δ’ εἱρὰ θε-
  [οῖ]σιν· ❦ / τοίην γὰρ κεφαλήν τε καὶ ὄμματα̣
  [κ]αὶ φρένας αἰσθλὰς {²⁶ἐσθλὰς}²⁶ ❦ / ἔσχες· νῦν δέ μο[ι]
  [ὀ]δ̣ύνας ἀπρήκτους ἔνβαλες θυμῷ· ❦ /
  [ἀλλ’] οὐδ’ ὥς σου ἐγὼ ἐπιλήσομε ὀδυρό-
10   [μεν]ος καὶ ἀχεύων ❦ / πένθος λυγρὸν
  [ἔχων]· ὡς ὤφελον αὐτὸς ὀλέσθαι· ❦ / ἀλλά
[μ]ο[ι Εὐγ]ενίου ’μοῦ δαΐφρονος δείετε ἦτο[ρ] /
δυσ[μόρο]υ̣, ὃς δὴ τηθὰ {²⁶δηθὰ}²⁶ γονέων ἄπο πήματ̣α
πάσ[χεν]· ❦ / ἀλλ’ ἀπόλοιτο καὶ ἄλλος ὅσσ-
15 τις τῷ [σῷ] θανάτῳ ἐπέχα<ι>ρεν· ❦ vacat /
ὢ Μοίρης κε̣[ρ]σ̣άσ̣ης ὠλέο χερσὶν̣ ἐμ̣αῖσιν, /
ὅ̣ς σε τυθθὸν ἐ[ό]ντα καὶ κηδίστ̣ῳ ἀπέδωκεν, /
ὅστις ἐνὶ σπλάνχνοισιν σθενερὰς φρέ-
νας ἡμε<ρό>ωσεν· ❦ / καὶ γὰρ ἐκ̣είνου φημὶ
20 τελευτήσεσθα[ι ἅπα]ν̣τας̣· ❦ / τίς δ’ οἶδ’ ε[ἴ]
<κ>ε καὶ αὐτὸς τ̣[ῆλε φίλω]ν ἀπόλητε; /
νῦν δ’ ὁ μὲν ὣς [ἀπόλωλε — —] {²vestigia}²
[— — — — — — — — — — — — — — — —]
Search Help
Contact Us