1 | τὸν ἐν ξένηι θανόντα τῆιδε δέρκεο, |
Λέοντα τὸν Λέοντος, ἐν τύμβωι τέφρην. | |
Εὔβοια θερμῶν ὧι πυρὴ κτερίσματος· | |
πένθους κατάπλουν δ’ ἔσχον ἄθλιοι γονεῖς. | |
5 | εἰ δ’ οὐκ ἐφηβήεντα καιρὸν ἔδραμεν, |
μέλλων φαρέτρης δ’ ὅπλα καὶ κέστρων ΚΡΑΝΗΙ | |
πρόμοιρος εἷκτο νερτέρων ἐπ’ ἀτραπούς, | |
ἀρετὴν μὲν οὐκ ἔμαρψεν ἐχθρὸς Ἀΐδης. | |
Α̣ἰ̣δ̣η̣ψ̣ο̣ῦ̣ Ι̣․․․Ι̣․Σ̣Ι̣Ι̣Ι̣Ρ̣Ι̣Ι̣․Γ̣Ο̣Σ̣Ι̣Ι̣Ρ̣․․․Ι̣Γ̣[— —] |
IG X,2 1
876*