[ ] Makedonia (Mygdonia) — Thessalonike — 1st c. AD
1 τὸν ἐν ξένηι θανόντα τῆιδε δέρκεο,
  Λέοντα τὸν Λέοντος, ἐν τύμβωι τέφρην.
Εὔβοια θερμῶν ὧι πυρὴ κτερίσματος·
  πένθους κατάπλουν δ’ ἔσχον ἄθλιοι γονεῖς.
5 εἰ δ’ οὐκ ἐφηβήεντα καιρὸν ἔδραμεν,
  μέλλων φαρέτρης δ’ ὅπλα καὶ κέστρων ΚΡΑΝΗΙ
πρόμοιρος εἷκτο νερτέρων ἐπ’ ἀτραπούς,
  ἀρετὴν μὲν οὐκ ἔμαρψεν ἐχθρὸς Ἀΐδης.
Α̣ἰ̣δ̣η̣ψ̣ο̣ῦ̣ Ι̣․․․Ι̣․Σ̣Ι̣Ι̣Ι̣Ρ̣Ι̣Ι̣․Γ̣Ο̣Σ̣Ι̣Ι̣Ρ̣․․․Ι̣Γ̣[— —]
Search Help
Contact Us