[ ] Makedonia (Mygdonia) — Thessalonike — ca. 2nd c. AD
A [— — — — — — — — — — — — — — — — — — —]
          {²anaglyphum
1 τὰς ἀνίσους Μοίρας πάντοτε μεμφόμενος / εἴτ’ ἐπ’ ἐμοὶ
λύπης οὐθὲν μέρος, ἀλλ’ ἐπὶ τέκνων / οὓς πρὸ πατρὸς
δαίμων ἥρπασεν ἰς Ἀΐδην, / ἀλλ’ οἵδ’ ἀλλοδ̣απεὶν(!) γαῖαν ἔ-
χουσι φίλην· / μήτη[ρ δ’ ἡ δ]ύ̣στηνος ὀδύρεται ἄρα δικαίως /
5 ἐκ πολλῶν τέκν̣ω̣ν̣ ἰ̣ς̣ ἕ̣να λειπομένη. vacat /
B.6 εὐφρανθείς, παίξα̣ς, γελάσας, ῥοδινοῖς στεφανωθεὶς / νή-
δυμον ὕπνον ἔχων ἰς Ἀΐδην ἐδόθην, / ζωῆς π̣[λη]ρ̣[ώ]-
σας ἔτος ἓν καὶ εἴκοσι μοῦνον ∙ / τίς βροτὸς Λ̣Ι̣Ι̣[⏑ ⏑ – ⏑]
καταχθονίοισι θεοῖσι / τὸν νέον Ο[⏑ ⏑ – ⏑ ⏑ –]
10 ἐπέβην· / οὐδὲ πατὴρ δύστηνο[ς ⏑ – ⏑ ⏑ – ⏑ ⏑]
ἡμᾶς / γαῖαν ἐς ἀλλοδαπὴν [– ⏑ ⏑ – ⏑ ⏑ –] /
λοιπὸν ἐγὼ λεγόμην [⏑ ⏑ – ⏑ ⏑ – ⏑ ⏑ –]
ΤΑΙ / κεῖμαι δ’ ἐ̣ν ξείνῃ [– ⏑ ⏑ – ⏑ ⏑ –].
                    vacat
Search Help
Contact Us