[ ]
Makedonia (Mygdonia) — Thessalonike — after mid-2nd c. AD — BCH 98 (1974) 543, fig. 13 (ph.)
See also:
A, center.1 | Ἰουλία ∙ Σεκοῦνδα |
Πο(πλίῳ) ∙ Αἰλίῳ ∙ Πω̣λλίω̣νι | |
μετὰ τῶ̣ν τ̣έ̣κνων | |
μνήμης ∙ χάριν ∙ | |
5 | Πωλλίων χαῖρε ∙ χαῖρε καὶ σύ, τίς |
ποτ’ εἶ. | |
B, right.1 | εὐδαίμων̣ Σ̣ε̣κ̣ουν- |
δίων Θεσσαλονεικεὺ[ς] | |
∙ ἐνθάδε κεῖμαι ❦ | |
μήτε δίκην εἴπας ❦ | |
5 | ∙ μήτε γυναῖκα λ̣αβ̣ών ∙ |
ἀλλ’ ἔθα̣νον τριακοντ̣[α]- | |
έτης βιότου v μέτρ̣α̣ λεί̣- | |
❦ψας ❦ | |
καὶ φωνῆς ἐ̣πάκουε φίλης ∙ χ̣α̣ί̣ροις, παροδεῖτα. | |
C, left.2 | κύματα πορθμεύσας κεῖμαι νέκυς ἔνθα Σεκουνδίων, |
γῇ π̣α̣τρίδι κρυφθείς, συνομαίμο̣σ̣ι δάκρυ προλείψας· | |
τρὶς δέκατον πλήσας ἐτ̣έ̣ω̣ν τὸ π̣α̣νύ̣στα̣τα βαίνω, | |
5 | λύπην μητρὶ λιπὼν καὶ πᾶσι βροτοῖς φιλίοισιν, |
δίχα μάχη̣ς ζήσας, ἐν συ̣μ̣ποσ̣ίοις δὲ πρόπασιν | |
π̣ο̣λ̣λοὺς ἐς φιλίην ἐκτησά̣μ̣ην̣ ἄνδρας ἑτα̣ίρους· | |
οὔτε̣ γυνα̣ῖ̣κ’ ἔλαβον, ἔζησα δ’ ἐ̣ν ε̣ὐσε̣βίῃσιν ❦ | |
λοιπ̣ὸν ἀ̣πῃτή̣θ̣ην τὸ τέλος, ὃ̣ ἔ̣δ̣ε̣ι ποτὲ̣ δο̣ῦνα̣ι. | |
10 | ἀλλὰ̣ δ’ ἐ̣νορκίζω συνομα̣ίμονα̣ς, οὓς προλέ̣λοιπα̣· |
"μητέραν εὐσεβί̣ῃ π̣ολλῇ δ̣ι̣α̣σώσαθ̣’, ἱκνοῦμα̣ι, | |
εἰδότες ἀνθ̣ρώπων γενεὴ τ̣αχέως ὅτ̣ι λήγει ❦ | |
σώματα γὰ̣ρ κα̣τέλυσε Δίκη, ψυχὴ δὲ πρόπα̣σα̣ | |
ἀθ̣άν̣ατος δ̣ι’ ὅλου πωτ̣ω̣μ̣ένη πά̣ντ’ ἐπακούει". ❦ |