[ ] Makedonia (Mygdonia) — Thessalonike — after mid. 2nd c. AD — BCH 98 (1974) 543, fig. 13 (ph.)
A.1 Ἰουλία ∙ Σεκοῦνδα
Πο(πλίῳ) ∙ Αἰλίῳ ∙ Πω̣λλίω̣νι
μετὰ τῶ̣ν τ̣έ̣κνων
μνήμης ∙ χάριν ∙
5 Πωλλίων χαῖρε ∙ χαῖρε καὶ σύ, τίς
            ποτ’ εἶ.
B.1 εὐδαίμων̣ Σ̣ε̣κ̣ουν-
δίων Θεσσαλονεικεὺ[ς]
 ∙ ἐνθάδε κεῖμαι ❦
μήτε δίκην εἴπας
5  ∙ μήτε γυναῖκα λ̣αβ̣ών ∙
ἀλλ’ ἔθα̣νον τριακοντ̣[α]-
έτης βιότου v μέτρ̣α̣ λεί̣-
      ❦ψας ❦
καὶ φωνῆς ἐ̣πάκουε φίλης ∙ χ̣α̣ί̣ροις, παροδεῖτα.
C.2 κύματα πορθμεύσας κεῖμαι νέκυς ἔνθα Σεκουνδίων,
γῇ π̣α̣τρίδι κρυφθείς, συνομαίμο̣σ̣ι δάκρυ προλείψας·
τρὶς δέκατον πλήσας ἐτ̣έ̣ω̣ν τὸ π̣α̣νύ̣στα̣τα βαίνω,
5 λύπην μητρὶ λιπὼν καὶ πᾶσι βροτοῖς φιλίοισιν,
δίχα μάχη̣ς ζήσας, ἐν συ̣μ̣ποσ̣ίοις δὲ πρόπασιν
π̣ο̣λ̣λοὺς ἐς φιλίην ἐκτησά̣μ̣ην̣ ἄνδρας ἑτα̣ίρους·
οὔτε̣ γυνα̣ῖ̣κ’ ἔλαβον, ἔζησα δ’ ἐ̣ν ε̣ὐσε̣βίῃσιν ❦
λοιπ̣ὸν ἀ̣πῃτή̣θ̣ην τὸ τέλος, ὃ̣ ἔ̣δ̣ε̣ι ποτὲ̣ δο̣ῦνα̣ι.
10 ἀλλὰ̣ δ’ ἐ̣νορκίζω συνομα̣ίμονα̣ς, οὓς προλέ̣λοιπα̣·
"μητέραν εὐσεβί̣ῃ π̣ολλῇ δ̣ι̣α̣σώσαθ̣’, ἱκνοῦμα̣ι,
εἰδότες ἀνθ̣ρώπων γενεὴ τ̣αχέως ὅτ̣ι λήγει ❦
σώματα γὰ̣ρ κα̣τέλυσε Δίκη, ψυχὴ δὲ πρόπα̣σα̣
ἀθ̣άν̣ατος δ̣ι’ ὅλου πωτ̣ω̣μ̣ένη πά̣ντ’ ἐπακούει". ❦
Search Help