[ ] Makedonia (Mygdonia) — Thessalonike — early 3rd c. AD
See also:
A.1 Αἰκουανὴ Ἀντιοχὶς ∙ Γεμινίῳ Ὀλύμπῳ τῷ ἰδίῳ συμβίῳ
καὶ Γεμινία Ὀλυνπιὰς τῷ πατρὶ ἐκ τῶν κοινῶν κόπων
μνείας χάριν καὶ ἑαυταῖς ζῶσαι.   ❦
B.1 ἐλθὲ πέλας καὶ ἄθρησον, ὃς εἶ ξένε· ἥδε τέθαπτε
εἴδει ἀγαλλομένη {Ν} ἐρατῷ πρὸ γάμου θαλάμοιο ∙
ἐνθάδε γὰρ κεῖτε παῖς παρθένος, ἄνθος ἀκμάζων,
πρὶν θαλάμοισι δοθῆναι πικρὴ μ’ ἐξάρπασε μοίρη.
5 Κάστορος ἡ θυγάτηρ, Μεγέθιν δ’ οὔνομα ἦν μοι ∙
Ὀλυ<μ>πιὰς δὲ μ’ ἔτικτε ἔχιν λύπην μέχ<ρ>ει τοῦ ζῆν.
πέντε καὶ δέκ’ ἔτεσιν μησὶν ὀκτὼ δ’ ἐπὶ τούτοις
ἁρπαχθεῖσα κόρη σπεῦσ<α> πύλας Ἀείδου.
ἀλλὰ πέπαυσο σὺ μήτηρ, Ὀλυμπιάς, κὲ ἀδελφιὰ μηκέτι τρύχου,
10 [ἔστι γὰρ] ἐ̣ν̣ φθιμένοις καὶ τόπος εὐσεβίης. ❦
Search Help
Contact Us