A.1 | Αἰκουανὴ Ἀντιοχὶς ∙ Γεμινίῳ Ὀλύμπῳ τῷ ἰδίῳ συμβίῳ |
καὶ Γεμινία Ὀλυνπιὰς τῷ πατρὶ ἐκ τῶν κοινῶν κόπων | |
μνείας χάριν καὶ ἑαυταῖς ζῶσαι. ❦ | |
B.1 | ἐλθὲ πέλας καὶ ἄθρησον, ὃς εἶ ξένε· ἥδε τέθαπτε |
εἴδει ἀγαλλομένη {Ν} ἐρατῷ πρὸ γάμου θαλάμοιο ∙ | |
ἐνθάδε γὰρ κεῖτε παῖς παρθένος, ἄνθος ἀκμάζων, | |
πρὶν θαλάμοισι δοθῆναι πικρὴ μ’ ἐξάρπασε μοίρη. | |
5 | Κάστορος ἡ θυγάτηρ, Μεγέθιν δ’ οὔνομα ἦν μοι ∙ |
Ὀλυ<μ>πιὰς δὲ μ’ ἔτικτε ἔχιν λύπην μέχ<ρ>ει τοῦ ζῆν. | |
πέντε καὶ δέκ’ ἔτεσιν μησὶν ὀκτὼ δ’ ἐπὶ τούτοις | |
ἁρπαχθεῖσα κόρη σπεῦσ<α> πύλας Ἀείδου. | |
ἀλλὰ πέπαυσο σὺ μήτηρ, Ὀλυμπιάς, κὲ ἀδελφιὰ μηκέτι τρύχου, | |
10 | [ἔστι γὰρ] ἐ̣ν̣ φθιμένοις καὶ τόπος εὐσεβίης. ❦ |
IG X,2 1
628