[ ]
Makedonia (Mygdonia) — Thessalonike — 2nd/3rd c. AD
1 | [— —]Ι․․ΝΙ̣Ι̣ΙϹΕ̣[—]Ι[—]Ζ[—]ΛϹ[—]Ι[— —] |
τοῦτο γὰρ ἐν ζωοῖσιν ἐπώνυμον ἔσκε(!) γυναικὶ | |
εἵνεκεν ἧς ἀρετῆς καὶ σωφροσύνης μάλ’ ἀρίστης. | |
τεῦξε δὲ τόνδε τάφον φίλιος πόσις Εὔτροπος αὐτῇ | |
5 | οἷ τ’ αὐτῷ, μετόπισθεν ὅπως ἔχοι ἀμπαύεσθαι |
σὺν φιλίῃ ξυνῶς ἀλόχῳ, κεκλωσμένον αὑτῷ | |
τέρμ’ ἐσιδὼν βιότου ἀλύτοις ὑπὸ νήμασι Μοιρῶν. | |
ἐὰν δέ τις ἕτερον τολμήσῃ καταθέσθαι μετὰ τὸ ἐμὲ κατατεθῆναι χωρὶς τῶν τέκνων ἡμῶν ἢ μετακεινῆσαι τὴν σορόν, | |
δώσει τῷ ἱερωτάτῳ ταμίῳ 𐆖 μύ(ρια) ͵β. |