[ ]
Mak. (Mygdonia) — Thessalonike — 2nd/3rd c. AD
| 1 | [— —]Ι․․ΝΙ̣Ι̣ΙϹΕ̣[—]Ι[—]Ζ[—]ΛϹ[—]Ι[— —] |
| τοῦτο γὰρ ἐν ζωοῖσιν ἐπώνυμον ἔσκε(!) γυναικὶ | |
| εἵνεκεν ἧς ἀρετῆς καὶ σωφροσύνης μάλ’ ἀρίστης. | |
| τεῦξε δὲ τόνδε τάφον φίλιος πόσις Εὔτροπος αὐτῇ | |
| 5 | οἷ τ’ αὐτῷ, μετόπισθεν ὅπως ἔχοι ἀμπαύεσθαι |
| σὺν φιλίῃ ξυνῶς ἀλόχῳ, κεκλωσμένον αὑτῷ | |
| τέρμ’ ἐσιδὼν βιότου ἀλύτοις ὑπὸ νήμασι Μοιρῶν. | |
| ἐὰν δέ τις ἕτερον τολμήσῃ καταθέσθαι μετὰ τὸ ἐμὲ κατατεθῆναι χωρὶς τῶν τέκνων ἡμῶν ἢ μετακεινῆσαι τὴν σορόν, | |
| δώσει τῷ ἱερωτάτῳ ταμίῳ 𐆖 μύ(ρια) ͵β. |