[ ] Makedonia (Mygdonia) — Thessalonike — 2nd/3rd c. AD
1     [— —]Ι․․ΝΙ̣Ι̣ΙϹΕ̣[—]Ι[—]Ζ[—]ΛϹ[—]Ι[— —]
    τοῦτο γὰρ ἐν ζωοῖσιν ἐπώνυμον ἔσκε(!) γυναικὶ
    εἵνεκεν ἧς ἀρετῆς καὶ σωφροσύνης μάλ’ ἀρίστης.
    τεῦξε δὲ τόνδε τάφον φίλιος πόσις Εὔτροπος αὐτῇ
5     οἷ τ’ αὐτῷ, μετόπισθεν ὅπως ἔχοι ἀμπαύεσθαι
    σὺν φιλίῃ ξυνῶς ἀλόχῳ, κεκλωσμένον αὑτῷ
    τέρμ’ ἐσιδὼν βιότου ἀλύτοις ὑπὸ νήμασι Μοιρῶν.
ἐὰν δέ τις ἕτερον τολμήσῃ καταθέσθαι μετὰ τὸ ἐμὲ κατατεθῆναι χωρὶς τῶν τέκνων ἡμῶν ἢ μετακεινῆσαι τὴν σορόν,
                             δώσει τῷ ἱερωτάτῳ ταμίῳ 𐆖 μύ(ρια) ͵β.
Search Help
Contact Us