[ ] Makedonia (Mygdonia) — Thessalonike — ca. 1st c. AD
[— — — — — — — — — — — — — — — — — — — — —]
1 [․․․․․․․․․․․․․․․․․․c.40․․․․․․․․․․․․․․․․․․]Ι̣Λ̣Ι̣Ϲ̣․․․․
[․․․․․․․․․c.22․․․․․․․․․]Ϲ̣Α̣Ε̣ϹΑ․․․․ κατὰ τὰν πρεσβείαν
[․․c.10-12․․] κ̣ο̣μίζε̣σθαι ἐν οἶκον ἔδοξε καθ’ ὕπ<ν>ον ἐ̣πιστάντα
[v παρ’ αὐ]τ̣ὸν Σάραπιν ἐπιτάξαι ὅπως παραγενόμενος ἐν Ὀποῦντα
5 v ἀνανγείλῃ Εὐρυνόμῳ τῷ Τειμασιθέου ὑποδέξασθαι αὐτόν τε καὶ
vv τὰν ἀδελφὰν αὐτοῦ Εἶσιν, τάν τε ἐπιστολὰν τὰν οὖ̣σαν ὑπὸ τῶι ποτι-
%⁸⁰%⁸⁰%⁸⁰κεφαλαίῳ ἀναδῷ αὐτῷ. τὸν δὲ ἐγερθέντα θ̣αυμάξαι τε τὸν
[vv ὄ]ν̣ειρον καὶ διαπορεῖν τί̣ ποητέον ἐστὶν διὰ τὸ ὑπάρχεν αὐτῷ ἀντιπο̣-
%⁸⁰λει̣τείαν ποτὶ Εὐρύνομον. καθυπνώσας δὲ πάλιν καὶ τὰ αὐτὰ ἰδὼν
10 v καὶ ἐπεργεθεὶς τάν τε ἐπιστολὰν εὗρε ὑπὸ τῷ ποτικεφαλαίῳ
v καθὼς αὐτῷ ἐτεκμάρθη. ἐπανελθὼν δὲ ἀνέδωκε τὰν ἐπιστολὰν
Εὐρυνόμωι καὶ ἀνήνγειλε τὰ ὑπὸ τοῦ θεοῦ ἐπιταχθέντα. Ε̣ὐρύνομος δὲ
τ̣ὰ̣ν ἐπιστολὰν λαβ̣ὼν καὶ ἀκούσας τὰ ὑπὸ Ξ̣εναινέτου̣ λ̣εγόμενα
v παρ’ αὐτὸν μὲν τὸν κ̣αιρὸν ἀπόρως εἶχε διὰ τὸ καθὼς ἐπάνωι
15 [διασ]α̣φεῖται εἶμεν αὐτοῖς ἀντιπολειτείαν ποτ’ αὐσωτούς. ἀναγν̣οὺς δὲ
[vv τὰν ἐπιστ]ολὰν καὶ ἰδὼν τὰ γεγραμμένα σύμφωνα τοῖς̣ 〚Ι̣․․〛
[v ὑπὸ Ξεναινέτ]ου εἰρημένοις ὑπεδέξατο τὸν Σάραπιν καὶ τὰν Εἶσ̣ι̣ν̣
[․․․․․․c.16․․․․․․]Ο̣Ν̣ ἐ̣ν τᾶι ο̣ἰκίαι τᾶι Σωσινείκας ἐν τοὺς οἰκ[έτας]?
[․․․․․․․․c.21․․․․․․․․․έ]θ̣υε Σωσινείκα τ̣ὰ̣ς̣ θ̣υσίας ΧΡΟΝ․c.5․
20 [․․․․․․․․․․c.24․․․․․․․․․․ Εὐν]όστα? ἁ Σωσιβίου θυγατριδᾶ Ι̣․c.6․․
[․․․․․․․․․․․c.27․․․․․․․․․․․․]Ι̣ θεῶν ἐν τοὺς κ[ατ]αμετό̣[χ]ους
[— — — — — τοῦ δεῖνος ἐν ἀρρωστ]ί̣α̣ν̣ ἐμπεσό̣[ντο]ς προέθυε̣
[․․․․․․․․․․․․․․․․․․․c.42․․․․․․․․․․․․․․․․․․․]Ι̣Ϲ̣․Ρ̣Ι̣Ι̣․․#⁷․․
[— — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us