[ ] Makedonia (Mygdonia) — Thessalonike — 7th/8th c. AD
See also:
1 ἠνορέης ὀλετῆρα ὑπερφιάλου Βαβυλῶνος
καὶ σέλας ἀκτεάνοιο Δίκης, Βασίλειον ὕπαρχον,
ξεῖνε, νόῳ σκίρτησον, ἰδὼν ἐφύπερθε πυλάων·
Εὐνομίης ποτὶ χῶρον ἀριστογένεθλον ὁδεύεις·
5 βάρβαρον οὐ τρομέεις, οὐκ ἄρρενας ἀρρενοκοίτας.
ὅπλα Λάκων, σὺ δὲ τεῖχος ἔχεις βασίλειον ἄγαλμα.
Search Help
Contact Us