[ ]
Makedonia (Mygdonia) — Thessalonike — 688 AD
1 | ☩ θεία δωρεὰ φιλοτιμηθεῖσα τῷ ἁγίῳ καὶ πανενδόξῳ μάρτυρι Δημητρίῳ παρὰ τοῦ τῆς ὅλης οἰκουμένης δεσπότου Φλ(αυίου) Ἰουστινιανοῦ τοῦ θεοστεφοῦς καὶ εἰρηνοποιοῦ βασιλ[έως τ]ῆ̣ς ἁλικῆς τῆς θεοφυλάκτου ἡμῶν ☩ |
πόλεως Θεσσαλονίκης ἐπὶ Πέτρου τοῦ ἁγιωτάτου αὐτῆς ἀρχιεπισκόπου {²ornamentum c.12}² ☩ ἐν ὀνόματι τοῦ Κ(υρίο)υ καὶ Δεσπότου Ἰ(ησο)ῦ Χ(ριστο)ῦ τοῦ θ(εο)ῦ καὶ Σ(ωτῆ)ρ(ο)ς ἡμῶν Αὐ̣[τοκράτω]ρ̣ εὐεργέτης εἰρηνικὸς Φλαύιος | |
Ἰουστινιανὸς πιστὸς ἐν Ἰ(ησ)<ῷ> Χ(ριστ)ῷ τῷ θ(ε)ῷ βασιλεύς· δωρεὰ τῷ σεπτῷ ναῷ τοῦ ἁγίου καὶ ἐνδόξου μεγαλομάρτυρος Δημητρίου ἐν ᾧ τὸ ἅγιον αὐτοῦ κατάκειται λε̣[ί]ψ̣ανον v πρώ̣την φροντίδα διὰ παντὸς | |
κεκτημένοι περὶ τῆς συσστάσεως τῶν ἁγίων τοῦ θ(εο)ῦ ἐκκλησιῶν ἐπ’ αὐταῖς ταῦτα προϊέναι βουλόμεθα ὅσα πρὸς παραμυθείαν αὐ̣τ̣ῶν καὶ συσσ̣τ̣ατικὴν τυγχάνουσιν πρόνοιαν #⁵⁶ ἐντεῦθεν γὰρ {²ornamentum c.4}² | |
5 | πεπίσμεθα καὶ τὸν στέψαντα ἡμᾶς θ(εὸ)ν εὐαρεστούμενον ὑπερασπιστὴν ἀεὶ γίνεσθαι τῆς ἡμῶν εὐσεβείας #⁵⁶ v καὶ τὰς κατ’ ἐκθρῶν {²⁶ἐχθρῶν}²⁶ δαψιλῶς ἡμῖν ἐπιχωρηγεῖν {²⁶ἐπιχορηγεῖν}²⁶ νίκας #⁵⁶ ἐπεὶ οὖν παραγεναμένων |
ἡμῶν ἐν ταύτῃ τῇ Θεσσαλονικέων πόλει, μετὰ τὴν τοῦ στέψαντος ἡμᾶς θ(εο)ῦ ὑπέρμαχον βοήθειαν #⁵⁶ πεῖραν σύμμαχον εἰληφότων ἡμῶν τοῦ ἁγίου μεγαλομάρτυρος | |
Δημητρίου ἐν τοῖς παρ’ ἡμῶν πραχθεῖσιν <κατ>ὰ {ρα} τῶν αὐτοῦ τε καὶ ἡμῶν πολεμίων διαφόροις πολέμοις #⁵⁶ δίκαιον εἶναι κρίναντες ὡς συμμαχήσαντα ἡμῖν τοῖς τῆς | |
εὐχαριστίας νῦν ἀνταμείψασθαι αὐτὸν δώροις #⁵⁶ donamus #⁵⁶ τῷ σεπτῷ αὐτοῦ ναῷ #⁵⁶ ἐν ᾧ καὶ τὸ ἅγιον αὐτοῦ ἀπόκειται λείψανον ἐμφανῶς τοῖς ἀπ<ορ>οῦσιν τὴν οἰκείαν | |
βοήθειαν χαριζόμενο̣ς, πᾶσαν τὴν ἁλικὴν τὴν οὖσαν καὶ προσπ<α>[ρ]ακειμένην ἐν ταύτῃ τῇ Θεσσαλονικέων μεγαλοπόλει μετὰ πάντων τῶν ἀνηκόντων αὐτῇ | |
10 | ἐξ ὑπαρχῆς δικαίων #⁵⁶ ἐπὶ τὸ ἔχεσθαι τὸν αὐτὸν σεβάσμιον αὐτοῦ̣ ν̣[αὸν τ]ῆ̣ς αὐτῆς ἁλικῆς ἀπὸ τοῦ Σεπτεμβρίου μηνὸς τῆς ἐνεστώσης δευτέρας ἐπινεμήσεως καὶ εἰς τοὺς |
ἑξεῖς ἅπ̣αντας καὶ διηνεκεῖς χρόνους κυρ̣ιεύειν τε αὐτῆς καὶ δε[σπόζε]ι̣ν v #⁵⁶ καὶ πᾶσαν αὐτὴν εἰς οἰκε̣ῖ̣ον ἀποφέρεσθαι κέρδος ὀνόματι φωταγωγίας καὶ διαρίω̣ν̣ {²ornamentum c.5}² | |
τοῦ θεοφιλοῦς κλήρου καὶ πάσης ἱερατικῆς ὑπουργίας, ἔτι δὲ κ[αὶ τῆς] ἀ̣νανεώσεως τοῦ εἰρημένου σεπτοῦ ναοῦ, μὴ ὀφείλοντος τοῦ αὐτοῦ ἐνδόξου ναοῦ ἤγουν τοῦ κατα̣․2-3․ | |
θεοφιλοῦς κλήρου καθ’ οἱονδήποτε τρόπον παρέχειν ἢ ἐπινοῗσθα[ι ὁποση]νοῦν? συντέ̣λειαν ἕνεκεν τῆς παρὰ τῆς ἡμῶν γαληνότητος δεδωρημένης ἁλικῆς τῷ οἱῳδήποτε {²ornamentum c.4}² | |
στρατιωτικῷ προσώπῳ διὰ τὸ ὡς εἴρηται ὑπέρ τε φωταγωγ[ίας καὶ δι]α̣ρίων τοῦ θεοφιλοῦς κλήρου καὶ λοιπῆς ἐκκλησιαστικῆς χρείας φιλοτιμηθῆναι αὐτῷ παρ’ ἡμῶ(ν) | |
15 | τὴν τοιαύτην ἅπασαν παντελευθέραν ἁλικὴν ϲΙ̣[․․․․c.13․․․․․ ἀδ]ι̣α̣λείπτως λειτουργούμενον τὸν ἅγιον μεγαλομάρτυρα Δημήτριον πρ<εσβ>ε̣ύειν διὰ παντὸς̣ |
τ̣ῷ σ̣τ̣έψαντι ἡμᾶς θεῷ ὑπὲρ τῆς ἡμῶν εὐσεβοῦς βα[σιλείας ․․c.8․․․]ων τῇ ἐπ̣[ι]δ̣ε̣ί̣ξ̣ει καὶ μόνον τῆς παρούσης ἡμῶν εὐσεβοῦς δωρεᾶς. {²ornamentum c.12}² |