[ ] Makedonia (Mygdonia) — Thessalonike — 187 BC
1 π̣αρὰ Ἀνδρονίκου. vv τὸ διά-
γ̣ραμμα, ὃ ἀπέσσταλκα πρὸς
ὑ̣μᾶς, διαπέμψαντός μοι τοῦ βα̣-
σ̣ιλέως περὶ τῶν τοῦ Σαράπιδος̣
5 χρημάτων ἔγδοτε ἀναγράψα̣[ι]
εἰς στήλην λιθίνην καὶ ἀναθεῖν<αι>
ἐν τῶι ἱερῶι, ὅπως εἰδῶσιν οἱ
π̣ρὸς τούτοις ὄντες ὡς κρίνει γίνε-
σ̣θαι. v ἔτ(ους) v εʹ v κα̣ὶ̣ v λʹ, v Δαισίου vv ιεʹ.
10 διάγραμμα, ὃ ἔθηκεν βασιλεὺς
Φίλιππος. v τῶν δὲ τοῦ Σαράπιδο̣ς̣
[χ]ρημάτων μηθ̣ε̣ὶς ἀπαλλοτριούτω
μ̣ηθὲν κατὰ μηθένα τρόπον μηδὲ ὑ̣-
π̣οτιθέτω μηδὲ τῶν ἄλλων ἀναθη-
15 μάτων μηδὲ γραφέτω περὶ τού-
τ̣ων ψήφισμα μηθείς. ἐὰν δέ τις ποι-
ή̣σ̣ῃ τι τῶν ἀπηγορευμένων, ἔνοχος
[ἔστ]ω̣ τοῖς ἐπιτίμοις τῆς φωρᾶς καὶ
[τὸ ἀπα]λλοτριωθὲν̣ ἐκ τῶν ὑπαρχόν-
20 [των] α̣ὐτοῦ πραχθὲν εἰς τὸ ἱερὸν
[ἀποκ]α̣τασταθήτω. ὁμοίως δὲ μὴ
[οἱ θη]σ̣αυροὶ τοῦ θεοῦ ἀνοιγέσθωσαν
[ἄνευ] τοῦ ἐπιστάτου καὶ τῶν δικα-
[στῶν] μ̣ηδὲ τὰ ἐκ τούτων χρήματα̣
25 [ἀναλι]σκέσθωσαν ἀλόγως ἀλλὰ
[μετὰ] τ̣ῆς τούτων γνώμης. εἰ δὲ μή,
[ὁ ποιή]σας τι τούτων ἔνοχος ἔστω
[τοῖς α]ὐτοῖς ἐπιτίμοις. vacat
                  vacat
Search Help
Contact Us