[ ]
Att. — s. IV a.
1 | Σύμμαχος Σίμωνος Χῖος. |
πλεῖστα μὲν εὐφρανθεὶς βιότωι, λύπαις δὲ ἐλαχίσταις | |
χρησάμενος, γήρως τέρμα μολὼν πρὸς ἄκρον, | |
Χῖος μὲν γενεὰν βλαστών, πατρὸς δὲ Σίμωνος, | |
5 | Σύμμαχος ἐν δαπέδοις Κεκροπίας ἐκλίθην. |
ἡ μὲν καλλικόμοις πτόρθοις βοτρυώδεος οἴνης | |
Χῖος ἀγαλλομένη Συμμάχωι ἐστὶ πατρίς. | |
αἱ δὲ θεοῖσι μάλιστα φίλαι θνητοῖσί τε Ἀθῆναι | |
σῶμα σὸν ἐγ κόλποις κρύψαν ἀποφθίμενον. |